Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προσευχὴν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και η παιδαγωγική σημασία της θείας συγκατάβασης

Η αναγκαιότητα μετάδοσης της πνευματικής γνώσης και η ερμηνεία των ταπεινών πράξεων του Χριστού, όπως ο ιερός Νιπτήρας και η προσευχή, ως έργων θείας συγκατάβασης και υποδείγματος προς τους μαθητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχὰς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ᾽ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον. Λόγος δέκατος. αʹ. Ἱκανῶς ἐν ταῖς ἔμπροσθεν ἐπανηγυρίσαμεν ἡμέραις, τῶν ἄθλων ἐπιλαβόμενοι τῶν ἀποστολικῶν, καὶ τῇ διηγήσει τῶν πνευματικῶν ἐντρυφῶντες κατορθωμάτων· ὥρα δὴ λοιπὸν ἀποδοῦναι τὸ χρέος ὑμῖν· καὶ γὰρ τὸ κωλύον οὐδέν. Καὶ οἶδα μὲν ὅτι ἐπιλέλησθε τῶν ὀφλημάτων ὑμεῖς τῶν ἐμῶν διὰ τὸ τῶν ἡμερῶν πλῆθος· οὐ μὴν διὰ τοῦτο αὐτὰ ἐγὼ ἀποκρύψομαι, ἀλλὰ μετὰ πάσης ὑμῖν ταῦτα ἀποδώσω τῆς προθυμίας.

Ποιῶ δὲ τοῦτο, οὐ δι᾽ εὐγνωμοσύνην μόνον, ἀλλὰ καὶ δι᾽ ὠφέλειαν ἐμήν. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν συναλλαγμάτων κέρδος τῷ δεδανεισμένῳ τὸ τὸν δεδανεικότα ἐπιλαθέσθαι· ἐπὶ δὲ τῶν πνευματικῶν συμβολαίων κέρδος τῷ μέλλοντι καταβάλλειν τὸ χρέος μέγιστον, τὸ τοὺς ὑποδέχεσθαι μέλλοντας διηνεκῶς μεμνῆσθαι τῶν ὀφλημάτων. Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσίαν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλὰ δυνατὸν αὐτὸ καὶ καταβαλεῖν, καὶ ἔχειν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τότε μάλιστα αὐτὸ ἔχομεν, ὅταν καταβάλωμεν ἑτέροις.

Ἂν μὲν γὰρ ἐν τῇ διανοίᾳ κατορύξας φυλάξω διηνεκῶς μηδενὶ μεταδιδοὺς, ἐλαττοῦταί μοι τὸ κέρδος, μειοῦται τὰ τῆς περιουσίας· ἂν δὲ εἰς ἅπαντας ἐξενέγκω, καὶ ποιήσω μεριστὰς πολλοὺς καὶ κοινωνοὺς, ὧν αὐτὸς ἐπίσταμαι πάντων, αὔξεταί μοι τὰ τοῦ πνευματικοῦ πλούτου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ὁ μὲν ἑτέροις μεταδιδοὺς αὔξει τὴν παρακαταθήκην, ὁ δὲ ἀποκρύπτων ἐλαττοῖ τὴν ἐργασίαν ἅπασαν, μάρτυρες οἱ τὰ τάλαντα ἐγχειρισθέντες ἐκεῖνοι, ὁ τὰ πέντε, καὶ ὁ τὰ δύο, καὶ ὁ τὸ ἕν. Οἱ μὲν γὰρ διπλασίονα τὰ ἐμπιστευθέντα προσήγαγον, καὶ ἐτιμῶντο διὰ τοῦτο· ὁ δὲ ἐπειδὴ ἐφύλαξε παρ᾽ ἑαυτῷ, καὶ οὐδενὶ μετέδωκε, διπλοῦν τε αὐτὸ ποιῆσαι οὐκ ἴσχυσε, διὰ τοῦτο ἐκολάζετο. Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρωμεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ μὴ ἀποκρύπτωμεν. Ὅταν γὰρ ἑτέροις μεταδῶμεν, τότε πλουτοῦμεν αὐτοὶ μειζόνως· ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλοὺς, τότε τὴν ἡμετέραν αὔξομεν περιουσίαν. Ἀλλ᾽ ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ᾖς εἰδὼς, ἃ μόνος οἶδας αὐτός.

Καὶ μὴν τότε αὔξεται καὶ τὰ τῆς δόξης, καὶ τὰ τῆς ὠφελείας, ὅταν τὸν φθόνον καταπατήσῃς, ὅταν τὴν βασκανίαν σβέσῃς, ὅταν φιλαδελφίαν ἐπιδείξῃ πολλήν· ἂν δὲ μόνος εἰδὼς περιίῃς, ἄνθρωποι μὲν ὡς βάσκανον καὶ μισάδελφον ἀποστραφήσονται καὶ μισήσουσιν, ὁ δὲ Θεὸς ὡς πονηρὸν τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην· χωρὶς δὲ τούτων, καὶ αὐτή σε ταχέως ἡ χάρις ἔρημον ἐγκαταλιποῦσα οἰχήσεται. Ἐπεὶ καὶ ὁ σῖτος, ἂν μὲν ἐν ταῖς ἀποθήκαις ᾖ διηνεκῶς κείμενος, δαπανᾶται, σητὸς αὐτὸν κατεσθίοντος· ἂν δὲ ἐξενεχθεὶς εἰς τὰς ἀρούρας καταβάλληται, πολυπλασιάζεται καὶ ἀνανεοῦται πάλιν. Οὕτω καὶ λόγος πνευματικὸς, ἐὰν ἔνδον διαπαντὸς ἀποκλείηται, φθόνῳ καὶ ὄκνῳ καὶ τηκεδόνι φθειρομένης τῆς ψυχῆς καὶ κατεσθιομένης, κατασβέννυται ταχέως· ἂν δὲ, ὥσπερ εἰς ἄρουραν εὔφορον, εἰς τὰς τῶν ἀδελφῶν ψυχὰς διασπείρηται, πολυπλασίων ὁ θησαυρὸς καὶ τοῖς ὑποδεχομένοις, καὶ τῷ κεκτημένῳ. Καὶ καθάπερ πηγὴ συνεχῶς μὲν ἐξαντλουμένη καθαίρεται μᾶλλον καὶ ἀναβλύζει πλέον, καταχωννυμένη δὲ ἀποπνίγεται· οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον· βασκανίᾳ δὲ καὶ φθόνῳ καταχωσθεὶς, ἐλαττοῦται καὶ σβέννυται τέλεον.

Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν, φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλὴν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης. βʹ. Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως· καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστὸς, ἀλλὰ πολλαχοῦ καὶ ταπεινοφρονεῖν διδάσκων. Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας. Ὅτι δὲ πολλὰ καὶ ταπεινοφρονεῖν αὐτοὺς διδάσκων ἐποίει, καὶ τοῦτο ἄκουσον.

Ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα· καὶ ὡς οὐκ ἀρκοῦν τοῦτο, ἔτι καὶ λεντίῳ διεζώσατο, πρὸς τὴν ἐσχάτην εὐτέλειαν κατάγων ἑαυτὸν, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, μετὰ δὲ τῶν μαθητῶν καὶ τοῦ προδότου τοὺς πόδας ἔνιψε. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε; Τοῦ μέλλοντος αὐτὸν προδιδόναι νίπτει τοὺς πόδας· καὶ τὸν Πέτρον διακρουόμενον καὶ λέγοντα, Κύριε, οὐ μή μου νίψεις τοὺς πόδας, οὐ παρατρέχει, ἀλλά φησι πρὸς αὐτόν· Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ· ὁ δὲ, Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Εἶδες εὐλάβειαν μαθητοῦ δι᾽ ἀμφοτέρων, καὶ διὰ τῆς παραιτήσεως, καὶ διὰ τῆς συγκαταθέσεως; Εἰ γὰρ καὶ ἐναντία τὰ ῥήματα, ἀλλ᾽ ὑπὸ ζεούσης ἀμφότερα γνώμης ἐλέγετο. Ὁρᾷς πῶς πανταχοῦ θερμὸς ἦν καὶ διεγηγερμένος; Ἀλλ᾽ ὅπερ ἔλεγον, ἵνα μὴ διὰ τὴν τοῦ πράγματος εὐτέλειαν τῆς φύσεως καταγνῷς εὐτέλειαν, μετὰ τὸ νίψαι τί φησι πρὸς αὐτοὺς, ἄκουσον· Γινώσκετε τί πεποίηκα ὑμῖν;

Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις ποιεῖν. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα ὡς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε.

Ὁρᾷς ὅτι πολλὰ ὑποδείγματος ἕνεκεν ἐποίει; Καθάπερ γάρ τις διδάσκαλος σοφίας πεπληρωμένος παιδίοις ψελλίζουσι συμψελλίζει, καὶ ὁ ψελλισμὸς οὐ τῆς ἀμαθίας τοῦ διδασκάλου, ἀλλὰ τῆς κηδεμονίας τῆς πρὸς τοὺς παῖδάς ἐστι τεκμήριον· οὕτω δὴ καὶ ὁ Χριστὸς οὐ δι᾽ εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν. Καὶ δεῖ ταῦτα οὐχ ἁπλῶς παρατρέχειν· καὶ γὰρ αὐτὸ τοῦτο εἰ καθ᾽ ἑαυτὸ νῦν ἐξετάσωμεν, ὅρα ὅσον ἄτοπον ἕψεται. Εἰ γὰρ ὁ νίπτων τοῦ νιπτομένου εὐτελέστερος εἶναι δοκεῖ (ἔστι δὲ ὁ μὲν νίπτων ὁ Χριστὸς, οἱ μαθηταὶ δὲ οἱ νιπτόμενοι), ἄρα εὐτελέστερος ἔσται ὁ Χριστὸς τῶν μαθητῶν. Ἀλλ᾽ οὐδεὶς ἂν τοῦτο οὐδὲ μαινόμενος εἴποι. Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αἰτίας ἀγνοεῖν, δι᾽ ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει; Μᾶλλον δὲ βλέπεις, ὅσον ἐστὶν ἀγαθὸν πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ μὴ ἁπλῶς, ὅτι εἶπέ τι ταπεινὸν ἢ ἐποίησεν, ἀλλὰ καὶ τίνος ἕνεκεν καὶ διὰ τί προστιθέναι; Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ᾐνίξατο. Εἰπὼν γὰρ, Τίς ἐστι μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; ἐπήγαγεν, Οὐχὶ ὁ ἀνακείμενος;

Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν. Καὶ τοῦτο δὲ εἶπε, κἀκεῖνο ἐποίησε, δεικνὺς ὅτι πολλαχοῦ τὰ ἐλάττονα ἁρπάζει εἰς διδασκαλίαν τῶν μαθητῶν, μετριάζειν τε ὁμοῦ πείθων αὐτούς. Καὶ δῆλον ὅτι οὐ διὰ τὸ τῆς φύσεως καταδεέστερον, ἀλλὰ διὰ τὴν ἐκείνων διδασκαλίαν ταῦτα πάντα ἀνέχεται.

Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, παρὰ δὲ ὑμῖν οὐχ οὕτως· ἀλλ᾽ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Καὶ γὰρ Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Εἰ τοίνυν διακονῆσαι ἦλθε καὶ ταπεινοφροσύνην διδάξαι, μὴ θορυβοῦ, μηδὲ κατάπιπτε, εἰ τὰ τῶν διακόνων ἴδοις αὐτὸν ἐπιτελοῦντά που καὶ φθεγγόμενον. Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώμης.

Καὶ γὰρ προσῆλθον αὐτῷ λέγοντες, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, ὥσπερ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. Τί οὖν ἐχρῆν ποιεῖν, εἰπέ μοι; μὴ διδάξαι αὐτοὺς προσεύχεσθαι; Ἀλλὰ διὰ τοῦτο ἦλθεν, ἵνα εἰς πᾶσαν αὐτοὺς ἐναγάγῃ φιλοσοφίαν. Ἀλλ᾽ ἐχρῆν διδάξαι; Οὐκοῦν εὔξασθαι ἔδει.

Ἀλλ᾽ ἔδει ῥήματι τοῦτο μόνον ποιῆσαι, φησίν. Ἀλλ᾽ οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πραγμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴωθε. Διά τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ αὐτὸς διατελεῖ τοῦτο ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαις, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμιλεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ ταραχὰς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μόνον, ἀλλὰ καὶ καιρῶν. Ἐρημία δὲ οὐχὶ ὄρος μόνον ἐστὶν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμένος.

γʹ. Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἀπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυμάτων, ἀλλ᾽ ἐπὶ τῶν ἐλαττόνων; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν· εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρτους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης μὴ πρότερον ἀπογεύεσθαι, ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον. Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ᾽ ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα.

Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πατέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκαστον ἐγὼ μὲν ἀπαριθμήσομαι· σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ πάλιν, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανάτου, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ᾽ αὐτοῦ· ὅταν καταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω, καθαρίσθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ᾽ ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι᾽ ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων.