Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προσευχὴν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η τελείωση του Νόμου και η θεολογική κατοχύρωση της ισότητας του Υιού προς τον Πατέρα

Η νομοθετική αυθεντία του Χριστού στην ολοκλήρωση των παλαιών εντολών και η θεολογική ανάλυση της κένωσης και της ενανθρώπησης ως αποδείξεων της αναφαίρετης θείας δόξας Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

εʹ. Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδωμεν ἢ ἑαυτοὺς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας. Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπίπτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν ἀπαντήσεται ἡ συμφορά. Ἀλλ᾽ ὅπερ ἠβουλήθην εἰπεῖν, ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νόμον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε. Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτελὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω.

Ἀτελὴς γὰρ ἐκεῖνος οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν χρόνον λοιπὸν ἐγίνετο· ἐπεὶ κατὰ τὸν καιρὸν, ὃν εἰσηνέχθη, σφόδρα τέλειος ἦν, καὶ τοῖς δεχομένοις αὐτὸν κατάλληλος· ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ᾽ ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ᾽ αὐτοῦ διδαχθέντων οὗτος ἐγένετο. Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας· ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνάζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ᾽ εὐκολίας· ἐπειδὴ δὲ ηὐξήθημεν λοιπὸν κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἀπὸ τῆς ἡμετέρας τελειότητος ἐκεῖνα λοιπὸν ἀτελῆ γέγονε.

Διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς ἕτερα μείζονα ἐγχειρίζων ἡμῖν. Καὶ σκόπει μεθ᾽ ὅσης συνέσεως καὶ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς νέους παρατίθησιν. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Εἰπὲ καὶ παρὰ τίνος ἐῤῥέθη· σὺ εἶπας τοῦτο, ἢ ὁ Πατὴρ ὁ σός; Ἀλλ᾽ οὐ λέγει.

Τίνος οὖν ἕνεκεν τοῦτο ἐσίγησε, καὶ τὸν εἰπόντα οὐκ ἐποίησε φανερὸν, ἀλλ᾽ ἀπρόσωπον τὴν νομοθεσίαν εἰσήγαγεν; Ὅτι εἰ μὲν εἶπεν· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκουόντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ᾽ αὔξων ταῦτα ἐνομοθέτει· καὶ εἶπον ἂν πρὸς αὐτόν· Τί λέγεις; ὁ Πατήρ σου εἶπεν· Οὐ φονεύσεις, σὺ δὲ λέγεις· Οὐκ ὀργισθήσῃ; Ἵν᾽ οὖν μή τις ἐναντίον αὐτὸν τῷ Πατρὶ νομίσῃ εἶναι, ἢ ὡς σοφώτερόν τι πλέον εἰσφέρειν ἐκείνου, οὐκ εἶπεν, ὅτι Ἠκούσατε παρὰ τοῦ Πατρός. Πάλιν εἰ εἶπεν· Ἠκούσατε ὅτι ἐγὼ εἶπον τοῖς ἀρχαίοις, ἀφόρητον ἔδοξεν ἂν εἶναι, καὶ τοῦτο οὐκ ἔλαττον ἢ τὸ πρότερον. Εἰ γὰρ, ἐπειδὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι, λιθάσαι αὐτὸν ἐπεχείρησαν, εἰ προσέθηκεν ὅτι καὶ Μωϋσῇ αὐτὸς τὸν νόμον ἔδωκε, τί οὐκ ἂν ἐποίησαν;

Διὰ τοῦτο οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ τοῦ Πατρὸς οὐδὲν εἰπὼν, ἀλλὰ μέσον ἀφεὶς, καὶ εἰπών· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως διδάξας αὐτοὺς καὶ τὸν ἐν ἀρχῇ δημιουργήσαντα τὸν ἄνθρωπον, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, διὰ τῆς τοῦ νόμου διορθώσεως καὶ τῆς τοῦ ἐνδέοντος προσθήκης διδάσκων τίς ἐστιν ὃ καὶ παρὰ τὴν ἀρχὴν τὸν νόμον δεδωκώς. Διὰ τοῦτο καὶ περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας διαλεγόμενος, οὔτε ἑαυτοῦ, οὔτε τοῦ Πατρὸς ἐμνήσθη, ἀλλὰ καὶ ἐνταῦθα ἀπρόσωπόν τε καὶ ἀδιόριστον ποιεῖται τὸν λόγον, εἰπών· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ τῷ μὲν ῥήματι ἐσίγησε τὸν ποιήσαντα, τῷ δὲ ἔργῳ ἐδίδαξε τὰ λείποντα τῶν σωμάτων ἀναπληρῶν. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, παρὰ μὲν τίνος ἐῤῥέθη ἐσίγησε, διὰ δὲ τῶν ἔργων αὐτῶν ἐδήλωσεν ἑαυτόν. Ὁ γὰρ τὸ λεῖπον ἀναπληρώσας, οὗτός ἐστιν ὁ καὶ ἐξ ἀρχῆς αὐτὸν εἰσενεγκών.

Καὶ αὐτοὺς δὲ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, ἵνα τῇ παραθέσει μάθωσιν οἱ ἀκούοντες ὅτι οὔτε ἐναντιώσεώς ἐστι τὰ λεγόμενα, καὶ ὅτι τῷ γεγεννηκότι τὴν αὐτὴν ἐξουσίαν ἔχει. Ταῦτα καὶ οἱ Ἰουδαῖοι συνῆκαν καὶ ἐθαύμαζον. Καὶ ὅτι ἐθαύμαζον, ἄκουε τοῦ εὐαγγελιστοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἐξεπλήσσοντο, φησὶν, οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. Τί οὖν, εἰ κακῶς τοῦτο ὑπώπτευον ἐκεῖνοι; φησί. Καὶ μὴν οὐκ ἐνεκάλεσεν αὐτοῖς, οὐδὲ ἐπετίμησεν, ἀλλὰ καὶ ἐκύρωσεν αὐτῶν τὴν γνώμην. Προσελθόντος γὰρ εὐθέως τοῦ λεπροῦ καὶ λέγοντος· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· τί φησι; Θέλω, καθαρίσθητι.

Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ἁπλῶς, Καθαρίσθητι; καίτοι ὁ λεπρὸς ἐμαρτύρησεν αὐτῷ ἐξουσίαν ἔχειν, εἰπὼν, Ἐὰν θέλῃς. Ἀλλ᾽ ἵνα μὴ νομίσῃς τῆς τοῦ λεπροῦ γνώμης εἶναι τὸ Ἐὰν θέλῃς, προσέθηκε καὶ αὐτὸς λέγων· Θέλω, καθαρίσθητι. Οὕτως ἐπίτηδες πανταχοῦ τὴν ἐξουσίαν ἐδείκνυε τὴν ἑαυτοῦ, καὶ ὅτι πάντα ἀπὸ αὐθεντίας ποιεῖ· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, περιττὸν ἦν τὸ λεγόμενον.

ϛʹ. Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινόν τι ποιοῦντα καὶ λέγοντα, διά τε τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρῴην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύνην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐσίας διαβάλλωμεν. Καὶ γὰρ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν ἀπὸ ταπεινοφροσύνης ὑπέμεινεν, οὐ διὰ τὸ καταδεέστερον εἶναι τοῦ Πατρός. Καὶ πόθεν τοῦτο δῆλον; Καὶ γὰρ καὶ τοῦτο περιφέρουσιν οἱ τῆς ἀληθείας ἐχθροὶ, λέγοντες, ὅτι Εἰ ἴσος ἦν τῷ γεγεννηκότι, τίνος ἕνεκεν ὁ Πατὴρ οὐκ ἀνέλαβε σάρκα, ἀλλ᾽ ὁ Υἱὸς ὑπέδυ τὴν τοῦ δούλου μορφήν; ἆρα οὐκ εὔδηλον ὅτι ἐπειδὴ καταδεέστερος ἦν; Καὶ μὴν, εἰ διὰ τοῦτο τὴν ἡμετέραν ὑπέδυ φύσιν, τὸ Πνεῦμα, ὅ φασιν αὐτοὶ τοῦ Υἱοῦ ἔλαττον εἶναι (οὐ γὰρ ἂν ἡμεῖς εἴποιμεν), ἐκεῖνο σαρκωθῆναι ἔδει. Εἰ γὰρ διὰ τοῦτο μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ, ἐπειδὴ ὁ μὲν ἐσαρκώθη, ὁ δὲ οὐκ ἐσαρκώθη, ἔσται καὶ τὸ Πνεῦμα αὐτοῦ διὰ τὴν αὐτὴν αἰτίαν μεῖζον· οὐδὲ γὰρ αὐτὸ σάρκα ἀνέλαβεν.

Ἀλλ᾽ ἵνα μὴ ἀπὸ συλλογισμῶν τοῦτο ἀποφαινώμεθα, φέρε ἀπ᾽ αὐτῶν τῶν Γραφῶν αὐτὸ παραστήσωμεν, δεικνύοντες ὅτι διὰ ταπεινοφροσύνην σάρκα ἀνέλαβεν. Ὁ γὰρ Παῦλος ὁ ταῦτα εἰδὼς ἀκριβῶς, ἐπειδὰν μέλλῃ τι τῶν χρησίμων ἡμῖν παραινεῖν, τὰ ὑποδείγματα ἄνωθεν ἡμῖν κατάγει τῆς ἀρετῆς· οἷον, συμβουλεύει πολλάκις περὶ ἀγάπης, καὶ βουλόμενος ἐναγαγεῖν τοὺς μαθητὰς εἰς τὸ ἀγαπᾷν ἀλλήλους, Χριστὸν εἰς μέσον παράγει λέγων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Πάλιν, ἐπειδὰν περὶ ἐλεημοσύνης διαλέγηται, τοῦτο αὐτὸ ποιεῖ· διὸ καὶ λέγει· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾽ ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ ὁ Δεσπότης σου ἐπτώχευσε, σάρκα περιβαλόμενος, οὕτω σὺ πτώχευσον ἐν χρήμασι· καὶ γὰρ ὥσπερ ἐκεῖνον οὐδὲν ἔβλαψεν ἡ πτωχεία τῆς δόξης, οὕτως οὐδὲ σὲ βλάψαι δυνήσεται ἡ τῶν χρημάτων πτωχεία, ἀλλὰ πολὺν ἐργάσεταί σοι τὸν πλοῦτον. Οὕτω καὶ περὶ ταπεινοφροσύνης πάλιν Φιλιππησίοις διαλεγόμενος τὸν Χριστὸν εἰς μέσον ἄγει, καὶ εἰπὼν, Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ἐπήγαγε· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.

Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι ταπεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακαλῶν· ταπεινοφροσύνη γάρ ἐστιν ὅταν ἴσος ὑπακούῃ τῷ ἴσῳ. Τοῦτο οὖν καὶ αὐτὸς δεικνὺς λέγει· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Τί ἐστιν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών; Ὁ ἁρπάσας τι τῶν μὴ προσηκόντων κατέχει τοῦτο διηνεκῶς καὶ ἀποθέσθαι οὐκ ἂν ἕλοιτο, δεδοικὼς καὶ θαῤῥεῖν οὐκ ἔχων ὑπὲρ τῆς κτήσεως· ὁ δὲ ἀναφαίρετον ἔχων ἀγαθὸν, κἂν ἀποκρύπτῃ τοῦτο οὐ δέδοικεν.

Οἷον, ἵνα καὶ ἐπὶ ὑποδείγματος ποιήσω τὸν λόγον φανερὸν, ἔστω τις τοῦ αὐτοῦ, ὁ μὲν οἰκέτης, ὁ δὲ υἱός· ἐὰν οὖν ὁ οἰκέτης ἐλευθερίαν ἀναβοήσῃ μηδαμόθεν αὐτῷ προσήκουσαν, καὶ ἀντικαταστῇ τῷ δεσπότῃ, οὐχ ὑπομένει τι ποιῆσαι δουλικὸν, οὐδὲ ἐπιταττόμενος ὑπακούει, δεδοικὼς μὴ τοῦτο αὐτὸ τῇ ἐλευθερίᾳ λυμήνηται, καὶ πρόσκομμα αὐτῷ τὸ ἐπίταγμα ἐργάσηται· ἥρπασε γὰρ τὴν τιμὴν, καὶ παρὰ ἀξίαν ἔχει. Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικὸν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονήσηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ᾽ ἀκίνητα μένει, τῆς φυσικῆς εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλικῶν ἔργων· ἐπειδήπερ οὐκ ἐξ ἁρπαγῆς αὐτὴν ἔχει, καθάπερ ὁ οἰκέτης, ἀλλ᾽ ἄνωθεν καὶ ἐκ πρώτης αὐτῷ συγκληρωθεῖσαν ἡμέρας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ἐπειδὴ φύσει ἐλεύθερος ἦν καὶ γνήσιος υἱὸς, οὐχ ὡς ἁρπαγὴν λαβὼν τὴν ἰσότητα, ἐδέησεν αὐτὴν ἀποκρύψαι, ἀλλὰ θαῤῥῶν ἀνέλαβε τὴν δούλου μορφήν. ᾜδει γὰρ ᾔδει σαφῶς, ὅτι ἡ συγκατάβασις οὐδὲν αὐτοῦ τὴν δόξαν ἐλαττῶσαι δυνήσεται· οὐ γὰρ ἐπείσακτος ἦν, οὐδὲ κατὰ ἁρπαγὴν δοθεῖσα, οὐδὲ ἀλλοτρία καὶ μὴ προσήκουσα, ἀλλὰ φυσικὴ καὶ γνησία. Διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, εἰδὼς σαφῶς καὶ πεπεισμένος, ὅτι οὐδὲν αὐτὸν τοῦτο παραβλάψαι δυνήσεται.

Οὐκοῦν οὐδὲ παρέβλαψεν, ἀλλὰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ τὴν αὐτὴν ἔμεινε δόξαν ἔχων. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν σημεῖόν ἐστι τοῦ τὸν Υἱὸν ἴσον εἶναι τῷ γεγεννηκότι, καὶ τοῦ τὴν ἰσότητα ταύτην οὐκ ἐπείσακτον εἶναι, οὐδὲ ἐπιγινομένην καὶ ἀπογινομένην, ἀλλ᾽ ἀκίνητον καὶ βεβαίαν, καὶ οἵαν εἰκὸς ἔχειν υἱὸν πρὸς πατέρα;