Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιον, θεολογική σημασία και τυπολογία του τιμίου σταυρού

Εισαγωγή στην ύμνηση του σταυρού, αντιπαραβολή με το ξύλο της πτώσεως, αναφορά στα γεγονότα της Σταυρώσεως και στον κοσμικό και παλαιοδιαθηκικό συμβολισμό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν προσκύνησιν τοῦ τιμίου ξύλου. ᾎσμα καινὸν ᾄσωμεν, λαοὶ, τῇ δικαιοσύνῃ τοῦ βασιλέως Κυρίου, καὶ ἐξομολογησώμεθα, μᾶλλον δὲ ὑμνήσωμεν καὶ δοξάσωμεν, καὶ αἰνέσωμεν, προσκυνήσωμεν, καὶ μεγαλύνωμεν τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ὕμνοις προσκυνήσωμεν καὶ ἐγκωμιάσωμεν τὸ σεβάσμιον καὶ τρισόλβιον ξύλον τοῦ Δεσπότου. Δεῦτε, ὦ ἀγαπητοὶ, ἐν αἰνέσει χορεύοντες καὶ πίστει γεραίροντες, μετὰ τοῦ προφήτου Δαυῒδ ψάλλοντες εἴπωμεν· Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ποῖον ἄρα φῶς, εἰ μὴ ὁ σταυρὸς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ὁ κόσμος ἐσώθη, καὶ οἱ πιστεύσαντες ἠλευθερώθημεν ἀπὸ τῆς αἰχμαλωσίας τοῦ Βελιὰρ, καὶ ὁ χάρτης τῶν ἀνομιῶν ἡμῶν διεῤῥάγη;

Πρόσωπον τοῦ Πατρὸς ὁ Χριστός· Ὁ ἑωρακώς με, φησὶν, ἑώρακε τὸν Πατέρα. Φῶς δὲ τοῦ προσώπου, τουτέστι τοῦ Κυρίου, ὁ σταυρός· ἐν αὐτῷ γὰρ, ὡς ἐν λυχνίᾳ λύχνος, τὴν οἰκουμένην ἐφώτισε, καὶ τὴν γῆν κλονουμένην ἔστησε, καὶ τὰς πέτρας διέῤῥηξε, καὶ τοὺς νεκροὺς διήγειρε, καὶ τὸν ἥλιον φυγαδεύσας, σάκκον ἀντὶ σκότους τὸν οὐρανὸν ἐνέδυσας, δεῖξαι θέλων τοῖς ἀχαρίστοις καὶ ἀγνώμοσι καὶ ἀρνησιθέοις Ἰουδαίοις, ὅτι Δεσπότης καὶ δημιουργὸς ὑπῆρχεν ὁ τῇ σαρκὶ σταυρούμενος.

Τούτου χάριν, ὦ ἀγαπητοὶ, ζητῶ καὶ ποθῶ προσενέγκαι ὑμᾶς τῷ σταυρῷ, καὶ ἐπαξίως ἐγκωμιάσαι· καὶ δέδοικα ἀνάξιος ὤν· τρέμει γάρ μου ἡ σὰρξ, καὶ ναρκᾷ ἡ γλῶσσα, καὶ τὰ χείλη μου πεπήγασι, καὶ ὁ λογισμὸς ἔνδον σιγᾷν διαμαρτύρεται. Πῶς οὖν ἐγὼ, ὁ χθαμαλὸς, ἰσχύσω ἐπαξίως διηγήσασθαι καὶ περὶ τῆς δυνάμεως τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Εἴπω δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐκ μέρους, ὃ καὶ καταλαμβάνω· οὔτε γὰρ ἄγγελοι ἰσχύουσιν ἐπαξίως ἐγκωμιάσαι τὴν τούτου δύναμιν. Τοῦτο γὰρ τὸ ὁρώμενον σημεῖον τοῦ σταυροῦ ἄγγελοι προσκυνοῦσιν, οὐ διὰ τὸ εἶδος τοῦ ξύλου, ἀλλὰ διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ ἑκουσίως Χριστὸν ἐν σαρκί. Ὁ Ἀδὰμ διὰ τοῦ ξύλου τῆς βρώσεως κατεκρίθη, καὶ ὁ νέος Ἀδὰμ Χριστὸς ὁ Θεὸς ἡμῶν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡμᾶς ἐνίσχυσε. Καὶ ἐπληρώθη ὁ λόγος τοῦ προφήτου λέγοντος· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ καὶ χειρὶ τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι. Δεῦτε οἱ πιστοὶ, ἀπολαύσωμεν τῆς προσκυνήσεως τοῦ τιμίου καὶ ἀχράντου σταυροῦ.

Διότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν. Ἔφριξαν τάξεις ἀγγέλων ἀσωμάτων· στυγνὸς, κατηφὴς οὐρανὸς κατεστάθη, τῶν ἀστέρων ἔσβεστο φῶς καὶ λαμπρότης· γίγας μέγιστος ἥλιος τὰς λαμπάδας ἔστειλε, καὶ σκότος κατεῖχεν αἰθέρα· ἡ ἡμέρα τε μετῆλθεν εἰς βαθεῖαν ἑσπέραν, ναοῦ τε στόλισμα φαιδρὸν ἐῤῥάγη πάλιν· βρασμοῖς ἐδονεῖτο ἡ γῆ, καὶ τῶν τάφων τάχος νεκροὶ προῆλθον τῶν δεσμῶν λελυμένοι. Λῃστὴς κατοικεῖ παράδεισον ἐν πίστει τε καὶ λόγῳ, πληγεὶς δ᾽ Ἰούδας ἀγχόνῃ διεφθάρη· Πέτρος φοβηθεὶς ὀμνύει τὸν Δεσπότην οὐκ εἰδέναι τὸν ἐκ πλάνης σεσωκότα, ἕως ἀλέκτωρ ἐξελέγχει κραυγάσας· κλαύσας δὲ πικρῶς ἔπλυνεν ἁμαρτίαν.

Ταῦτα θεωρῶν ὁ καταχθόνιος δράκων, θρηνῶν ἀπωδύρετο λέγων· Ὦ λειτουργοὶ καὶ δυνάμεις μου, οἱ τοῦ σκότους ἄρχοντες, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησε, καὶ διαῤῥήσσομαι, τὰ σπλάγχνα πονῶ, τὴν καρδίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου διαφθείρονται, τὸ πνεῦμά μου μαιμάσσει. Εἴθε μὴ ἐτάγη εἰς ἀριθμὸν μαθητῶν ὁ Ἰούδας, εἴθε μὴ ἐπάγη κατ᾽ ἐμοῦ τὸ ξύλον τῆς σταυρώσεως. Ὃν γὰρ ἐνόμιζον κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ᾽ αὐτοῦ· ὡς αἰχμάλωτος, καὶ πάντας, ὅσους εἶχον ἀπὸ τοῦ πρωτοπλάστου, ἀναγκάζομαι ἐμέσαι. Δεῦτε, ἀγαπητοὶ, σκεπασώμεθα ὑποκάτω τῶν πτερύγων τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ.

Ὁ γὰρ σταυρὸς εἰς τὰ τέσσαρα περατούμενος ἄκρα, σημαίνει ὅτι ὁ σταυρωθεὶς Θεός ἐστι διὰ πάντων χωρῶν, καὶ πάντα περιλαμβάνων τὰ πέρατα. Ὑψώθη δὲ ἐν αὐτῷ ὁ Χριστὸς καὶ Θεὸς, ἵνα καὶ τοὺς ἐν τῷ ἀέρι δαίμονας ἐμφιλοχωροῦντας καταλύσῃ, καὶ τὴν οὐράνιον ἡμῖν πορείαν εὐεπίβατον ποιήσῃ· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν ἔφη· Ἐν τῷ με ὑψωθῆναι πάντας ἑλκύσω πρός με. Καὶ τί σοι πολλὰ λέγω; ἄκουε τοῦ προφήτου λέγοντος· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ἐπειδὴ ῥάβδος ἐστὶν ὁ Χριστὸς, ὡς καὶ Ἡσαΐας εἶπεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. Αὐτὸν κατέχων Μωϋσῆς, διεῖλε τὴν Ἐρυθρὰν θάλασσαν, ἔσχισε τὸ ὕδωρ, καὶ ἔῤῥαψεν· ἔσχισεν ἵνα παρέλθῃ ὁ λαὸς τοῦ Θεοῦ· ἔῤῥαψεν, ἵνα ἐνδύσηται τὴν τῶν βυθῶν θάλασσαν ὁ Αἰγύπτιος λαός. Καὶ ἕτερος τῶν προφητῶν λέγει· Εὐλογηθείη τὸ ξύλον, δι᾽ οὗ ἐγένετο σωτηρία ἐν μέσῳ τῆς γῆς. Θεώρησον τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ καθ᾽ ἑκάστην ἡμέραν θεωρήσεις μεταξὺ αὐτῶν τὸ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἄστρων ἐκτυπούμενον. Διὰ τοῦτο κἀγὼ πρὶν ἢ τὸν ζωοποιὸν σταυρὸν ὑψώσω, μικρά τινα ἐγκωμιάσας χαιρετίσω, καὶ ὑψώσας προσκυνήσω.