Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματικές προϋποθέσεις προσκυνήσεως και συμμετοχής στη θεία Ευχαριστία

Παραινέσεις για ηθική καθαρότητα και έργα αγάπης πριν την προσκύνηση, πλαισιωμένες από την περιγραφή της καθόδου στον άδη, της απελευθέρωσης των δικαίων και της προσέλευσης στην αναίμακτη θυσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Δεῦτε, προσκυνήσωμεν τὸν ἅγιον βλαστὸν, καὶ γνησιοδίδακτον καὶ δικαιοεύρετον σταυρόν· δεῦτε, εὐλογήσωμεν τὸν ζωοπάροχον καὶ ζωηειρήνευτον καὶ ἅγιον σταυρόν· δεῦτε, προσκυνήσωμεν τὸν ἀκυμαστοθειοισόκριτον, ἱκανοκόσμητον καὶ κυριόλεκτον σταυρόν· δεῦτε, δοξάσωμεν τὸν ἀγγελομαρτύρητον καὶ μονοσέβαστον καὶ οὐρανοπρόβλητον καὶ ἅγιον σταυρόν· δεῦτε, μεγαλύνωμεν τὸν παναγιόριστον, ῥιζοσύνετον, καὶ σοφιστότακτον, καὶ τελειοΰμνητον σταυρόν· δεῦτε, εὐχαριστήσωμεν τὸν ὑψιστόφραστον, καὶ φοβεροχάριτον, καὶ ψυχωφέλιμον, καὶ ὡραιοκόσμητον σταυρόν· δεῦτε, προσκυνήσωμεν μετὰ φόβου καὶ πόθου καὶ πίστεως, καὶ ἁγιασθῶμεν τῇ προσψαύσει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ἀλλ᾽ οἱ βουλόμενοι νουνεχῶς καὶ νηφόντως τῷ σταυρῷ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσελθεῖν, καὶ συγχώρησιν ἁμαρτιῶν λαβεῖν, πρὸ μὲν πάντων ἀλήθειαν ἀγαπήσατε, καὶ ἀσέβειαν διώξατε, ἀλλοτρίων πραγμάτων ἐπιθυμηταὶ μὴ γίνεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, βουλὰς πονηρὰς ἀφ᾽ ὑμῶν ἀποῤῥίψατε, ἐπὶ ὁρκίαν θείως πορεύεσθε, εἰς βόθρον ἁμαρτίας ἑαυτοὺς μὴ ῥίψατε, ἐπιορκίαν καὶ βλασφημίαν πόῤῥω ἀφ᾽ ὑμῶν ἀπώσασθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, γνόφον ἁμαρτίας μὴ ἐνδύσησθε, ἀλλὰ γνησίως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε.

Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, δόλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, καὶ δυσσέβειαν διώξατε, δανεῖσαι ἐν τόκῳ ἢ ἐν πλεονασμῷ μὴ θελήσητε, τοὺς γονεῖς ἡμῶν ὁλοψύχως τιμήσατε καὶ δοξάσατε καὶ ἀγαπήσατε καὶ ποθήσατε.

Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ἐκριζώσατε ἀφ᾽ ἑαυτῶν βουλὰς πονηρὰς, ὁπλίσατε ἑαυτοὺς ἐννοίαις ἀγαθαῖς, ἑτοιμάσατε ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθόν. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ζῆλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, ζημιῶσαι τὸν πλησίον μὴ ποθήσητε, ζύγια καὶ μέτρα ληψὰ τῶν ἐπιθετῶν μὴ ποιήσητε, ζυγῷ ἀνδρὸς, τουτέστιν, ἀλλοτρίᾳ γυναικὶ, μὴ συγγίνεσθε, καὶ ἀλλήλους ἀγαπῶντες ποθήσατε, ἡδυνθῆναι ἐν κακῷ μὴ θελήσητε, ἔθος πονηρὸν ἀπελάσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, θέας ματαίας καταλείψατε, θυμὸν καὶ ὀργὴν κατασβέσατε, θλῖψαί τινα μὴ ποθήσατε, φόνον ἀπὸ καταπλοκῆς καὶ διάλογον ψευδῆ μὴ ποιήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, εἰς ψεῦδος μὴ αὐλισθῆτε, καὶ εἰς ἐπιθυμίας αἰσχρὰς καὶ ψυχοβλαβεῖς μὴ τρέπεσθε, ἀλλ᾽ ὁλοψύχως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, κρίσιν καὶ δικαιοσύνην ποιήσατε, τὸ καλὸν καὶ ἀγαθὸν ποθήσατε, καὶ εἰς μάχας καὶ ὕβρεις μὴ τρέπεσθε.

Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, λόγους ἀληθείας λαλήσῃ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, λαγνείαν πᾶσαν βδελύξασθε, καὶ ἀσέλγειαν διώξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, τὴν ἀθέμιτον πρᾶξιν, τὴν βλαβερὰν καὶ ψυχοοικοφθόρον ἁμαρτίαν τῆς μοιχείας μὴ ποιήσατε· γυμνοποιὸς γὰρ καὶ ψυχῆς καὶ σώματος ὑπάρχει ἡ μοιχεία. Μὴ οὖν μοιχεύσῃς, ἵνα μὴ νοθεύσῃς, καὶ τὸ σῶμά σου ἀφανίσῃς, καὶ σεαυτὸν ἀσχημονήσῃς, καὶ τὴν ψυχήν σου κολάσῃς, καὶ τὸ γένος καταισχύνῃς, καὶ τὸν Θεὸν παροργίσῃς. Μηδ᾽ αὖ πάλιν πορνεύσητε· ἡ γὰρ πορνεία αἴτιος γέγονε τῆς πολυκόσμου καταστροφῆς, ὡς βλαβερὰ καὶ ψυχοανακάλυπτος οὖσα ἁμαρτία. Οἱ βουλόμενοι τῷ σταυρῷ προσψαῦσαι, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι, μὴ ῥίψωμεν ἑαυτοὺς εἰς τὸν σκοτεινὸν λάκκον τῆς πορνείας, καὶ εἰς τὸ ζοφερὸν φρέαρ τῆς μοιχείας· τὰ γὰρ ξιφηφόρα πρόθυρα τῆς παρανόμου πορνείας, καὶ τὰ πεπυρωμένα βέλη τῆς μοιχείας γεννῶσι τὸν ἀκοίμητον σκώληκα, καὶ τὸ ἄσβεστον πῦρ ἁβροθυμοέγκαυστον ὀργὴν, καὶ ῥιζοτηξοκάρδιον καὶ νευροσύμφορον τίκτει ἡ πορνεία καὶ μοιχεία. Οἱ οὖν τῷ σταυρῷ καταφρονητικῶς καὶ ἀφόβως πλησιάζοντες, βροντόβραστοι, βριμόβρυχοι, ἀστραπόφρικτοι, βελοβυθοθαμβοσεισμοφόνοι γενήσονται.

Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, καταλαλιὰν μισήσατε, μνησικακίαν βδελύξασθε, ἐλεεῖν πτωχοὺς μὴ παύσησθε, ἐπισκέπτεσθαι ἀῤῥώστους μὴ ὀκνήσητε, φιλαργυρίαν μὴ ποθήσητε, τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι μὴ παύσησθε. Ἐν ταῖς ἐκκλησίαις συναθροιζόμενοι, φόβῳ καὶ τρόμῳ καὶ χαρᾷ τῷ σταυρῷ προσέλθωμεν, καὶ τοὺς ἱερεῖς τιμῶντες μὴ παυσώμεθα. Ἐννοήσωμεν, ὦ ἀγαπητοὶ, τὴν τοῦ σταυροῦ δύναμιν. Τοῦ γὰρ σταυροῦ παγέντος, καὶ Χριστοῦ ἐν αὐτῷ τανυσθέντος, καὶ τὴν ἄχραντον κορυφὴν ἐπ᾽ αὐτὸν κλίναντος, καὶ τῇ λόγχῃ πλευρὰν νυγέντος, καὶ πᾶσαν μὲν τὴν ὑπ᾽ οὐρανὸν ὑπὸ τοῦ φόβου πτερυσσομένην, καὶ εἰς ἐκδίκησιν τοῦ ἐν σταυρῷ σαρκὶ κρεμαμένου ἑτοιμαζομένην, ὑπ᾽ αὐτοῦ δὲ τοῦ σαρκὶ σταυρωθέντος κωλυομένην, ἰδὼν ὁ διάβολος τὰ στοιχεῖα ταρασσόμενα, τὴν ὁπλὴν τῶν ἀνόμων, καὶ τὸν σταθμὸν αὐτῶν, ἦχον βροντῶν καὶ βόμβους αὐτῶν, αἴγλην ἀστραπῶν καὶ δρόμον αὐτῶν, στάσιν βελῶν καὶ τὸ κοῦφον αὐτῶν, θράσος σεισμοῦ καὶ τὸ κράτος αὐτοῦ, πλῆθος ἀγγέλων καὶ τὰς τάξεις αὐτῶν, στιλβότητα πυρὸς καὶ τὴν φλόγα αὐτοῦ, καταιγίδα ὀργῆς καὶ τὸν θυμὸν αὐτῆς, στρατιῶν ὑψιστόλων καὶ τὰς παρεμβολὰς αὐτῶν, ζώων ἁγίων δυνάμεις καὶ τὸ σθένος αὐτῶν, ὑποταγὴν νεφελῶν καὶ τὴν ἀποστολὴν αὐτῶν· ταῦτα θεωρῶν ὁ διάβολος, σπεύσας πρὸς τὸν ᾅδην κατῆλθε, καὶ πύλας καὶ μοχλοὺς ἀσφαλίζεσθαι προσέταττεν.

Ἀτενίσας δὲ εἶδεν ἀστραπῶν λαμποδοφόρων οὐσίας πρὸς αὐτὸν κατιούσας, καὶ βροντῶν ὁ βαρύκτυπος ἦχος πρὸς αὐτὸν ἐθρόησε, γνόφος αὐτὸν περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο· ταρτάρειος βυθὸς ἐτρομοποιεῖτο, ἡ θάλασσα ἐβορβοροῦτο, τὰ καταχθόνια τῆς ἀβύσσου ἀνεμοχλεύοντο, φωναὶ τῆς κερατίνης ἐνισχύοντο. Ἥλιος ἐσκοτίζετο, καὶ ἦν ἰδέσθαι τὸν οὐρανὸν καὶ τὸ φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρτωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρώνητον τοῖς ἄστροις, τὸν κυανοβαφῆ θάλαμον, τὸν πυρσοφόρον παστὸν, ἐν ᾧ ἥλιος καὶ σελήνη, ὡς νυμφίος καὶ νύμφη, προκάθηνται. Καὶ ὁ μὲν οὐρανὸς ἀντὶ αἴγλης σκότος περιεβάλλετο, ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ λίμναι τὸ νᾶμα συστέλλειν ἠπείγοντο, νεύματι δὲ τοῦ σταυρωθέντος Χριστοῦ τὰ ῥεῖθρα προβάλλειν ἐκελεύοντο· ζοφερὰ δὲ φάλαγξ καὶ παράταξις τῶν δαιμόνων ἐφυγαδεύετο.

Πᾶσα δὲ τάξις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν λειτουργικῶν δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλονοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνατον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα. Καὶ ὁ μὲν ᾅδης ὠδυνᾶτο, καὶ ὁ Βελιὰρ καρωθεὶς τῷ φόβῳ νενέκρωτο, καὶ ὁ θάνατος καπνισθεὶς καὶ βροντοβολισθεὶς τῇ ἀστραπῇ τῆς θεότητος πάντας, ὅσους εἶχε, δικαίους ἐξήμεσε. Τούτων οὕτω γινομένων, ἰδοὺ φωνὴ ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ χαρὰν καὶ τρόμον ποιοῦσα· χαρὰν μὲν τοῖς δικαίοις, τρόμον δὲ τοῖς τοῦ σκότους ἄρχουσιν· Ὑμῖν λέγω τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότῳ, ἀνακαλύφθητε. Ταῦτα ἀκούσασαι αἱ ψυχαὶ τῶν δικαίων ἠγαλλιάσαντο, καὶ ὁ χορὸς τῶν προφητῶν γεγηθότες ἔψαλλον· Ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.

Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Καὶ τῶν ὁσίων αἱ ψυχαὶ τῶν δεσμῶν λυθεῖσαι σὺν τῷ Ἀδὰμ συνεξῄεσαν, οἱ μὲν προφῆται τὸν διάβολον καταπαίοντες, καὶ οἱ δίκαιοι ῥαπίζοντες, οἱ δὲ ὅσιοι ἐμπτύοντες αὐτὸν κατεγέλων· ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν κιννύρας καὶ φόρμιγγας, καὶ τυμπάνων ᾠδὰς ἐνηχοῦντο, ᾄδουσας τὸν νικηφόρον. Τίς οὖν μὴ θαυμάσῃ τὴν δύναμιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Ὢ ὄνομα σταυροῦ, τὸ ἀπόκρυφον μυστήριον· ὢ χάρις ἀνέκφραστος, καὶ δύναμις ἀνεξιχνίαστος. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναιμάκτῳ θυσίᾳ προσιέναι. Διὰ τοῦτο κἀγὼ μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως αὖθις μικρά τινα ἐγκώμια προσθήσας τῷ ζωοποιῷ σταυρῷ, καταπαύσω τὸν λόγον.