Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ῥαχὴλ καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Η ταραχή του διαβόλου ενώπιον της Ενσαρκώσεως

Ανάλυση της σφοδρής ταραχής και του φόβου του διαβόλου απέναντι στη σάρκωση του Λόγου και το επερχόμενο λυτρωτικό έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὁρᾷ τὸν ποιμένα γεννηθέντα ὁ λύκος, καὶ τοῦτον κρυπτόμενον ἐν φάτνῃ, καὶ τὴν ἰσχυρὰν βακτηρίαν τοῦ Πνεύματος ἐν ταῖς χερσὶ κατέχοντα, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ ὁ δράκων τὸ δέλεαρ τοῦ σώματος, καὶ τὸν νήπιον καθάπερ σκώληκα ἕρποντα· Ἐγὼ γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ κεχηνὼς ἐπέρχεται, καὶ θεωρεῖ ἔνδον τὸν οὐράνιον Λόγον ἐν τῇ σαρκὶ, καθάπερ ἄγκιστρον, κρυπτόμενον, καὶ τοῦτον θεωρῶν ταράττεται λίαν. Ὁρᾷ τὸν κόκκον τοῦ σινάπεως ἐπὶ τῆς γῆς ἐληλυθότα, καὶ κλάδους ἐκπέμποντα ἐλπίδος, καὶ μέλλοντα τὸ τῶν ἀνθρώπων γένος ὑπὸ τὰ φύλλα τῆς σωτηρίας σκεπάζεσθαι, καὶ ταῦτα ὁρῶν ὁ μισόκαλος δαίμων ταράττεται λίαν· ὁρᾷ τὴν σοφίαν ἐπὶ γῆς ἐληλυθυῖαν, καὶ λαβοῦσαν τὴν μικρὰν ζύμην τοῦ σώματος, καὶ μιγνύουσαν εἰς τὰ τρία μέρη τοῦ ἀλεύρου, εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ μέλλουσαν πᾶσαν τὴν ἀνθρωπότητα εἰς μίαν πίστεως σωτηρίαν ζυμεῖν, καὶ ταῦτα θεωρήσας ταράττεται λίαν.

Ὁρᾷ τὸν λεγεῶνα τοῦ δαίμονος ἀπὸ τῆς ἀνθρωπότητος ἐκβαλλόμενον, καὶ εἰς ἄβυσσον ἐκπεμπόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὰ κλεῖθρα τοῦ ᾅδου συντριβόμενα, καὶ τὸν Ἀδὰμ πάλιν εἰς παράδεισον ἀνακοντιζόμενον, καὶ ταράττεται λίαν· ὁρᾷ πάλιν Εὔαν διὰ Μαρίας σωζομένην, καὶ τὸν ὄφιν, ἐν ᾧ μάλιστα ἐθάῤῥει, κτεινόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὸ ξύλον τῆς ζωῆς φυτευόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν.

Καὶ ἐπιλείψει μοι, ἀγαπητοὶ, διηγουμένῳ ὁ χρόνος τὴν ταραχὴν τοῦ διαβόλου. Λοιπὸν μηδὲν δυνάμενος κατὰ τοῦ Κυρίου ὁ διάβολος ἐπὶ τοὺς νηπίους καὶ ἀτελεῖς τῶν βρεφῶν παῖδας κατατρέχει. Καὶ τίνας κατασφάζει;