Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν, ἐν τῇ μεσοπεντηκοστῇ

Ἰωάννης ὁ Χρυσόστομος

Το αποστολικό κήρυγμα της Σαμαρείτιδας και η πίστη των συμπολιτών

Η μεταστροφή της γυναίκας σε κήρυκα, η προσέλευση των Σαμαρειτών στον Χριστό και η ηθική προτροπή προς το εκκλησίασμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Αἱ γὰρ εὐγενεῖς γνῶμαι εὐγέωργοι τυγχάνουσιν· οἵα τις ἦν ἡ τῆς μακαρίας ταύτης Σαμαρείτιδος γνώμη, οἷος ὁ τρόπος κεκαθαρμένος ἀκανθῶν ἀπιστίας, οὐκ ἔχων Ἰουδαϊκὴν βασκανίαν. Αὕτη γὰρ τὸν Μεσσίαν προσδοκῶσα, καὶ τυχοῦσα τῆς αὐτοῦ θεϊκῆς διδασκαλίας, ἐπίστευσεν εἰλικρινῶς· καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν, ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας ἔπεισε πρὸς αὐτὸν δραμεῖν, ἀποστολικῶς κηρύξασα;

Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ γυναικὸς σοφῆς! ἠπίστατο ὅτι γυνὴ ἀπαράδεκτός ἐστιν εἰς μαρτυρίαν· διὰ τοῦτο τοὺς ἄνδρας τῆς πόλεως αὐτῆς ἐπισπᾶται μάρτυρας, ἵνα πολλῶν πρόξενος σωτηρίας γένηται.

Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι· Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· ἡμεῖς γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Εἶδες, ἀγαπητὲ, τοῦ Χριστοῦ τὴν δίψαν, καὶ πῶς βρῶμα καὶ πόμα τὴν σωτηρίαν εἶχε τῶν πιστευόντων ἐπ᾽ αὐτῷ; Ἐμὸν γὰρ, φησὶ, βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τούτου χάριν διψῶν ποτίζει τὴν Σαμαρεῖτιν ὕδωρ, ἀντλήσασα δὲ αὕτη ἐπέδωκε δαψιλῶς τοῖς πολίταις αὐτῆς ἀφθόνως τὴν τοῦ Κυρίου δωρεάν. Διὰ ταύτης ὁ τοῦ Ἀβραὰμ δῆμος Σαμαρειτικῆς γνώμης δυσμαθέστερος· τοῖς μὲν γὰρ οὐδὲ τὰ παρὰ τὸν ναὸν ὠφέλει μαθήματα· τῇ δὲ καὶ ἡ παρὰ τὸ φρέαρ διάλεξις ὠφέλει. Περιθώμεθα τοίνυν τὰ τῆς Σαμαρείτιδος εἰς ἑαυτοὺς καλὰ, ζῆλον οἰκειωσώμεθα θεῖον, φιλομαθίαν ποθήσωμεν εὐγνώμονα ἡμεῖς· κἂν ἐν ἐκκλησίᾳ διαλεγώμεθα τὰ θεῖα, νομίσωμεν καὶ πρὸς ἡμᾶς λέγεσθαι τὸ πρὸς ἐκείνην παρὰ τοῦ Δεσπότου Χριστοῦ, Τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ· προσκυνεῖν.