Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η στειρότητα της Ελισάβετ, η απιστία του Ζαχαρία και η τιμωρία της σιωπής

Ο παραλληλισμός της ατεκνίας του Ζαχαρία με την ιστορία του Αβραάμ, ο διάλογός του με τον άγγελο Γαβριήλ και η δίκαιη επιβολή της αφωνίας λόγω της δυσπιστίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πέλαγος, μέγα καὶ τῶν κατορθωμάτων τὸ πλάτος· ἐκπλήττει τοὺς λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα. Ἀλλ᾽ ἔλθοι καὶ νῦν Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ τρανότατα διηγήσεται, πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται.

Ὁ γὰρ εὐαγγελιστὴς σύντομον τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει· ἔπειτα δὲ πολιτείας ἔπαινον καὶ εὐποιίας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κατάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας τὴν λύσιν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων ἐννοῶ, Ἀβραὰμ λέγω καὶ Σάῤῥας· καὶ μανθάνω καὶ στείρωσιν τίκτουσαν ἑτέραν, καὶ παιδοποιίαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ ἡ σύλληψις τῆς Σάῤῥας, οὕτω καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις. Ἀλλ᾽ ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις.

Τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινὸν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται, πιστῷ ἀγγέλῳ μὴ πιστεύσας, καὶ σιωπῇ τὴν τιμωρίαν δεξάμενος.

Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί τοῦτο, Δέσποτα; ἐγὼ τὰς ἱκεσίας προσάγω τῷ Θεῷ ὑπὲρ παντὸς τοῦ λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτηρία δι᾽ ἐκείνου τῷ λαῷ, καὶ πᾶσι τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, λάβε ἐνέχυρον ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις.