Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων

Ἰωάννης ὁ Χρυσόστομος

Το έργο και η διακονία των αγγέλων στην ιστορία της σωτηρίας

Αναφορά στη δράση των αγγέλων στην Παλαιά Διαθήκη, κατά την επίγεια ζωή του Χριστού, καθώς και στον ρόλο τους ως φυλάκων των αποστόλων, των εθνών και των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων. Ἀγγέλους ἐγκωμιάζειν χρή. Καὶ γὰρ αὐτοὶ τὸν Δημιουργὸν ὑμνοῦντες, ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν. Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ Μωϋσέως σώματος ἀντιταττόμενος, πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον καταστρέφων, καὶ Βαλαὰμ τῆς ἀτόπου μανίας εἴργων· καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνενόει τὸ πραττόμενον, ἀλόγου φωνὴ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος, καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμ[ί]οις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα καὶ ἑκατὸν χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας, καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην Ἀμβακοὺμ ἀερίστῳ μετακοσμήσας πηδήματι, ἵνα τὸν προφήτην Δανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς.

Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν εἰσιν, οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσιν. Ὁποῖος ἦν καὶ ὁ θαυμάσιος καὶ θεσπέσιος Ῥαφαὴλ, δι᾽ ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἱστάμενος, καὶ γέροντι τυφλῷ τὸ φῶς τεχνινάμενος. Ἀλλ᾽ οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ Νέᾳ Διαθήκῃ διακονήσαντες, ὧν μέγα μέρος ἐστὶν ὁ ἀρχάγγελος Γαβριὴλ, ὁ τῷ Ζαχαρίᾳ χρηματίσας, καὶ σιωπῇ τὴν ἀπιστίαν εἰσπραξάμενος, ὅτι μὴ κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν· ὁ τῇ σεμνῇ Μαριὰμ τὰς ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμενος· ὁ τοὺς ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν, καὶ καταμηνύων τὸν ἀχώρητον ἐν φάτνῃ, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον, ἐκείνοις σύμφωνον ᾠδὴν δοξολογίας ἀναπέμπων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τῶν τυράννων ἀναζεύξεως· οἱ δὲ διηκόνουν ἐπὶ γῆς τῷ κτίσαντι· ἄλλος τὸν μνηστῆρα τῆς Παρθένου νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν Ἡρώδου βρεφοκτονίαν φυγὴν ἐπάνοδον ὑποτίθεται. Καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον, δουλοπρεπῶς διηκόνουν. Ἐθαύμασαν γὰρ τὴν ἰσχὺν αὐτοῦ, δι᾽ ἧς ὁ πειράζων κατέπεσε, καὶ κατὰ τὴν φωνὴν τοῦ Δαυῒδ, Ἐπὶ χειρῶν ἄραντες αὐτὸν, ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον. Ἧραν γὰρ, φησὶν, Ἰουδαῖοι λίθους, ἵνα βάλωσιν ἐπ᾽ αὐτόν.

Ἄλλοι τῷ Πάθει συνέτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ συνεδρεύοντες, πισταῖς γυναιξὶν ἔλεγον, Τί ζητεῖτε τὸν ζῶντα μεταξὺ τῶν νεκρῶν; Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς, τὰ Πέτρου λύοντες δεσμὰ, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάττης κινδύνους ἐπικουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρώδην μεγαληγοροῦντα πατάσσοντες. Ἆρ᾽ οὖν οὐ μεγίστης τιμῆς ἄξιοι, οἱ τὴν ἡμετέραν ζωὴν διιθύνοντες; Οὐ γὰρ μόνον ἔθνη φρουρεῖν ἐτάχθησαν ἄγγελοι, καθὼς βοᾷ τὸ λόγιον, Ὅτε διεμέριζε, φησὶν, ἔθνη ὁ Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἑκάστῳ ἔλαχεν ἄγγελος. Ὁ λόγος οὐκ ἐμὸς, ἀλλὰ τῆς θείας Γραφῆς. Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρώδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι, Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ καὶ ὁ Σωτὴρ τούτοις, περὶ τῶν κατὰ τὸν βίον σμικρῶν λέγων, Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων.