Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύναξιν τῶν ἀσωμάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η διακονία των αγγέλων στην Παλαιά και Καινή Διαθήκη

Η προστασία που παρέχουν οι αγγελικές δυνάμεις στους δικαίους, στα έθνη και την Εκκλησία, καθώς και η παρουσία τους στον επίγειο βίο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου 〈Δανιὴλ〉 πῶς εἰσφέρει τὸν ἀρχάγγελον 〈Μιχαὴλ〉 τῷ τῶν 〈Περσῶν〉 ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν 〈Ἰσραηλιτῶν;〉 Ὁ μὲν γὰρ δουλεύειν τοῖς 〈Πέρσαις〉 τὸν λαὸν ἠνάγκαζεν, ὁ δὲ λῦσαι τῆς αἰχμαλωσίας ἐσπούδαζε. Καὶ νικᾷ 〈Μιχαὴλ〉 τὸν ἀντίπαλον· καὶ τὸν 〈Εὐφράτην Ἰουδαῖοι〉 διαβάντες τὴν πατρῴαν πάλιν ἑστίαν κατέλαβον καὶ τὸν ἐμπρησθέντα 〈Σολομῶντος〉 ναὸν ἀνενέωσαν, ἐν ἔτεσιν ἓξ καὶ τεσσαράκοντα τοῦ ἔργου παρατείναντος· ποτὲ μὲν γὰρ ὑπὸ τῶν πλησιοχώρων εἰργόμενοι, ποτὲ δὲ τοὺς εἴργοντας ἀνακόπτοντες τέλος τῆς ἐπιθυμίας ἐκράτησαν, 〈Νεεμίου〉 τὸ πέρας αὐτοῖς τῆς οἰκοδομῆς ἀνύσαντος. Ἔνθεν ὁρμώμενοι πρὸς τὸν κύριον ἔλεγον· «Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» Ταῦτα μὲν τὰ ἐπὶ τῆς παλαιᾶς· τὰ δὲ τῆς νέας διαθήκης μείζονα. Τῷ γὰρ παντὶ χρόνῳ τῆς οἰκονομίας ἐλειτούργησαν ἄγγελοι· συλληφθέντα καὶ τεχθέντα τὸν Χριστὸν κατεμήνυσαν ἄγγελοι, βαπτισθέντι καὶ θαυματουργήσαντι διηκόνησαν ἄγγελοι, ταφέντι καὶ ἀναστάντι προσεμαρτύρησαν ἄγγελοι, πρὸς οὐρανοὺς τὸν λυτρωτὴν ἀνεκόμισαν καὶ πάλιν ἐξ οὐρανῶν τὸν κριτὴν δορυφορήσουσιν. Εἰ τοίνυν καὶ ἡμεῖς ἀγγέλοις συνδιαιτηθῆναι σπεύδομεν καὶ νοεροῖς ἐντρυφῆσαι θεωρήμασι, σὺν πολλῷ φόβῳ καὶ τρόμῳ τῷ βασιλεῖ τῶν ἀγγέλων δουλεύσωμεν.

Μὴ λάθωμεν ἑαυτοῖς κώμοις καὶ μέθαις καὶ κρότοις καὶ χοροῖς τὸν βίον καταδαπανήσαντες· καὶ καθάπερ ἐν νυκτὶ ζητοῦντες τὴν θύραν τῆς μετανοίας οὐχ εὑρήσομεν· μᾶλλον δὲ εὑρήσομεν, καλοῦντος ἡμᾶς τοῦ δεσπότου καὶ λέγοντος· «Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.» Καὶ γὰρ ἀγγέλους ἐγκωμιάζειν χρή· αὐτοὶ τὸν δημιουργὸν ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν· ἀγγέλους δέ φημι τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας· ὧν ἐστιν ὁ ἀρχάγγελος 〈Μιχαὴλ〉 πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ 〈Μωσέως〉 σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα τῶν 〈Περσῶν〉 ὑπὲρ τοῦ λαοῦ τῆς ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον ἀποστρέφων καὶ 〈Βαλαὰμ〉 τῆς ἀτόπου μαντείας εἴργων, καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνόει τὸ πραττόμενον, ἀλόγου φωνῇ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν ἐσπασμένος καὶ τὸν 〈Ἰησοῦν τοῦ Ναυῆ〉 συμπλέκεσθαι τοῖς πολεμίοις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα χιλιάδας τῶν 〈Ἀσσυρίων〉 ἐν μιᾷ νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην 〈Ἀμβακοὺμ〉 ἀερίῳ μετακομίσας πηδήματι, ἵνα τὸν προφήτην 〈Δανιὴλ〉 ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς.

Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν· εἰσὶ δὲ οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσι· ὁποῖος ἦν ὁ θεσπέσιος 〈Ῥαφαὴλ〉 δι᾽ ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἰασάμενος καὶ γέροντι τυφλῷ τὸν ἥλιον θεωρεῖν τεχνασάμενος.

Ἀλλ᾽ οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ νέᾳ διαθήκῃ διακονήσαντες· ὧν μέγα μέρος ἐστὶν ὁ ἀρχάγγελος 〈Γαβριὴλ〉 ὁ τῷ 〈Ζαχαρίᾳ〉 χρηματίσας καὶ σιωπῇ τὴν ἀπιστίαν εἰσπραξάμενος ὅτι μὴ κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν, ὁ τῇ σεμνῇ 〈Μαρίᾳ〉 τὰς ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμενος· οὗτος ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν κατεμήνυεν ἐν φάτνῃ τὸν ἀχώρητον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον. Ἐκεῖνοι σύμφωνον ᾠδὴν δοξολογίας ἀνέπεμπον· «Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία.» Ἄλλος τὸν μνηστῆρα τῆς παρθένου νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν 〈Ἡρῴδου〉 βρεφοκτονίαν φυγὴν καὶ ἐπάνοδον ὑποτίθεται· ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τὸν τύραννον ἀναζεύξεως· οἱ δὲ διηκόνουν ἐπὶ γῆς τῷ κτίσαντι καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον· ἐθαύμασαν γὰρ τὴν ἰσχὺν αὐτοῦ δι᾽ ἧς ὁ πειράζων κατέπεσεν· καὶ κατὰ τὴν φωνὴν τοῦ 〈Δαυὶδ〉 ἐπὶ χειρῶν ἄραντες αὐτὸν ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον· ἦραν γάρ, φησίν, οἱ 〈Ἰουδαῖοι〉 λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν. Ἄλλοι τῷ πάθει συνέτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ προσεδρεύοντες ταῖς πισταῖς γυναιξὶν ἔλεγον· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;»

Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς τὰ 〈Πέτρου〉 λύοντες δεσμά, 〈Παύλου〉 τοὺς ἐπὶ γῆς καὶ θαλάσσης κινδύνους κουφίζοντες, τῇ πίστει 〈Κορνηλίου〉 μεσιτεύοντες, τὸν 〈δικαιοκτόνον Ἡρῴδην〉 μεγαληγοροῦντα πατάσσοντες.

Ἆρα γοῦν οὐ μεγίστης τιμῆς ἄξιοι οἱ τὴν ἡμετέραν ζωὴν 〈στρατευόμενοι;〉 Οὐ γὰρ μόνον ἐθνῶν φρουροὶ ἐτάχθησαν ἄγγελοι· «Ὅτε διεμέριζεν ἔθνη, φησίν, ὁ ὕψιστος, οὓς διέσπειρεν υἱοὺς 〈Ἀδάμ,〉 ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἕκαστον ἔλαχεν ἄγγελος· ὁ λόγος οὐκ ἐμός, ἀλλὰ τῆς θείας γραφῆς· τῆς γὰρ παιδίσκης 〈Ῥόδης〉 ἀπαγγελλούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι 〈Πέτρον〉 τὸ 〈Ἡρῴδου〉 διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι· «Ἄγγελος αὐτοῦ ἐστιν». Ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σωτὴρ περὶ τῶν παιδίων λέγων· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καθ᾽ ἑκάστην δὲ ἐκκλησίαν φύλακας ἀγγέλους ἐπέστησεν ὁ Χριστός, ὡς ἀποκαλύπτων 〈Ἰωάννῃ〉 φησίν· «Εἰπὲ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας 〈Σμύρνης·〉 Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν, ἀλλὰ πλούσιος εἶ.» Τί λέγεις, δέσποτα; Πλούσιός εἰμι ὁ πένης;