Μηδὲν σοὶ καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν λάβῃς, μηδὲ ἀργύριον, μὴ ἱματισμὸν, μὴ θυγατέρα, μὴ υἱὸν, μὴ ἄλλο τι τῶν τοιούτων μηδέν· ἀλλ᾽ αὐτὸς καθ᾽ ἑαυτὸν ἔσο. Γλῶτταν ἔχεις χωρίζουσάν σε, καὶ νόμον σοι ἔδωκα· διὰ τοῦτο καὶ ὁ νόμος φραγμὸς λέγεται. Ὥσπερ γὰρ ἀμπελῶνι φραγμὸς περίκειται, οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ νόμος, ἵνα μὴ ὑπερβάντες ἀναμιγῶσι τοῖς Χαναναίοις. Ἦσαν γὰρ παρ᾽ αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. Διὰ τοῦτο οὐδέποτε συναλλάγματα ἐποίουν, οὐ συμβόλαια, οὐ πράσεις μετ᾽ ἐκείνων· ἀλλ᾽ ὁ νόμος ἐπὶ τοῖς μεγίστοις κείμενος, εἶργε μετ᾽ ἀλλήλων τοὺς γάμους, τὰ συμβόλαια, τὰς ἐπιγαμβρίας· οὐδὲν κοινὸν πρὸς ἐκείνους εἶχον. Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται· ὁ νόμος περιέκειτο ἀντὶ φραγμοῦ· Ἀμπελῶνα, φησὶν, ἐφύτευσα, καὶ φραγμὸν περιέθηκα, τουτέστι νόμον, οὐχὶ ἀπὸ ἀκανθῶν, ἀλλ᾽ ἀπὸ ἐντολῶν, τειχίζοντα καὶ ἀπείργοντα αὐτούς.