Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Το πάθος, ο Σταυρός και οι τυπολογικοί συμβολισμοί τους

Θεολογική και ποιητική προσέγγιση του σταυρικού αγώνα, της αντιπαραβολής των δύο ξύλων και των συμβόλων του Πάθους, συμπεριλαμβανομένης της τυπολογίας των δύο ληστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Ποῦ σου, θάνατε, τὸ κέντρον;»〉 Τοῦτο ἦν τὸ πάσχα ὃ ἐπεθύμησεν ὑπὲρ ἡμῶν ὁ Ἰησοῦς παθεῖν· πάθει πάθους ἠλευθέρωσε καὶ θανάτῳ θάνατον ἐνίκησε καὶ διὰ τῆς βλεπομένης τροφῆς τὴν ἀθάνατον αὐτοῦ ζωὴν ἐχορήγησεν. Αὕτη ἡ σωτήριος 〈ἐπιθυμία〉 τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι· 〈«Λάβετε, φάγετε, τοῦτό ἐστι μου τὸ σῶμα· λάβετε, πίετε, τοῦτό ἐστι μου τὸ αἷμα, ἡ καινὴ διαθήκη, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν»〉.

Διὰ τοῦτο οὐκ ἐπιθυμεῖ τοσοῦτον φαγεῖν ὅσον ἐπιθυμεῖ παθεῖν, ἵν᾽ ἡμᾶς τοῦ διὰ βρώσεως πάθους ἐλευθερώσῃ. Καὶ διὰ τοῦτο ξύλον ξύλῳ ἀντιρριζώσας, καὶ τὴν πάλαι πονηρὰν χεῖρα ἀσεβῶς ἐκταθεῖσαν 〈**〉 τὴν ἑαυτοῦ ἄχραντον εὐσεβῶς προσηλώσας, ὅλην ἔδειξεν ἐν αὐτῷ ἀληθῶς τὴν ζωὴν κρεμαμένην. Σὺ μέν, ὦ Ἰσραήλ, οὐκ ἐδυνήθῃς φαγεῖν, ἡμεῖς δὲ μετὰ γνώσεως ἀκαταλύτου πνευματικῆς ἐφάγομεν καὶ φάγοντες οὐκ ἀποθνῄσκομεν.

Τοῦτό μοι φυτὸν εἰς σωτηρίαν αἰώνιον, τούτῳ τρέφομαι, τούτῳ συνεστιῶμαι. Τούτου ταῖς μὲν ῥίζαις ὑπορριζοῦμαι, τοῖς δὲ κλάδοις συνεκτείνομαι, τῇ δὲ δρόσῳ φαιδρύνομαι, τῷ δὲ πνεύματι ὡς ὑπὸ ἀνέμου ἐντρυφῶν γεωργοῦμαι.

Τούτου τῇ σκιᾷ ὑπεσκήνωσα καὶ τὸν πολὺν καύσωνα διαφυγὼν ἔνδροσον ἔχω κατάγειον. Τούτου τοῖς μὲν ἄνθεσι συνανθῶ, τοῖς δὲ καρποῖς τελείως συνήδομαι, τοὺς δὲ ἐξ ἀρχῆς μοι τετηρημένους καρποὺς ἀκωλύτως τρυγῶ.

Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς. Τοῦτό μοι Θεὸν φοβουμένῳ φυλακτήριον, καὶ σαλευομένῳ στήριγμα, καὶ ἀγωνιζομένῳ βραβεῖον, καὶ τρόπαιον νενικηκότι.

Τοῦτό μοι ἄτραπος ἡ στενή, τοῦτο ἡ τεθλιμμένη ὁδός. Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ᾽ ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος. Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκουμένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλωμένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ.

Ἄκραις μὲν κορυφαῖς τῶν οὐρανῶν ἐπιψαύων, τὴν γῆν δὲ στηρίζων ποσί, τὸ δὲ πολὺ καὶ μέσον πνεῦμα τοῦ ἀέρος πανταχόθεν χερσὶν ἀμετρήτοις περιλαβών, ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ. Γεμίσας δὲ δι᾽ ἑαυτοῦ τὸ πᾶν, πρὸς ἀερίους ἀρχὰς γυμνὸς ἀνταπεδύσατο.

Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελθεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι 〈«καὶ ἄνθρωπος»〉 ἦν· μεμνημένος δὲ δι᾽ ὃ ἀπεστάλη, πληρῶσαι τὴν οἰκονομίαν βουλόμενος εἰς ἣν ἀπεστάλη, βοᾷ πάλιν· 〈«Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ θέλημά σου». «Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής»〉.

Οἷα δὴ τὸν ὑπὲρ ψυχῆς τρέχων ἀγῶνα τὸν ἐπινίκιον, πρῶτον μὲν τὴν ἱερὰν κεφαλὴν ἀκάνθαις ἐστεφανώσατο, ὅλην τὴν παλαῖαν κατάραν τῆς γῆς ἀνελὼν καὶ τὸ δι᾽ ἁμαρτίαν ἀκανθῶδες πλεονάσαν τῇ θείᾳ κεφαλῇ πάλιν ἐξημερῶν.

Τὴν δὲ πικρὰν καὶ ὀξεῖαν τοῦ δράκοντος χολὴν ἐκπιών, ὅλας ἡμῖν τὰς ἀφ᾽ ἑαυτοῦ γλυκεῖας ἀντεκέρασε πηγάς. Τὸ γὰρ ἔργον τῆς θηλείας λῦσαι θελήσας καὶ τὴν ἐκ πλευρᾶς πρότερον ῥεύσασαν ἐπισχεῖν θανατηφόρον, ἤδη τὴν ἱερὰν αὐτοῦ ἐν ἑαυτῷ ἐστόμωσε πλευράν, ἐξ ἧς τὸ ἱερὸν ἔρρευσεν 〈αἷμα καὶ ὕδωρ〉, τὰ τέλεια τῶν πνευματικῶν γάμων τῶν μυστικῶν καὶ υἱοθεσίας καὶ παλιγγενεσίας τὰ σημεῖα. 〈«Αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί»〉, τὸ μὲν ὕδωρ ὡς 〈«ἐν πνεύματι»〉, τὸ δὲ αἷμα ὡς 〈«ἐν πυρί»〉.

Τότε δὴ συνεκτείνονται αὐτῷ 〈δύο λῃσταί〉, εἰς δὲ δύο λαοὺς φέροντες ἐν ἑαυτοῖς τὰ σημεῖα, ὧν ὁ μὲν εἷς ἐκ μεταβολῆς εὐγνωμονεῖ καὶ μετὰ ὁμολογίας ἐξομολογεῖται καὶ πρὸς τὸν δεσπότην εὐσεβεῖ, ὁ δὲ ἕτερος κινεῖται σκληροτράχηλος ὢν καὶ ἀγνωμονεῖ πρὸς τὸν δεσπότην καὶ οὐκ εὐσεβεῖ καὶ τοῖς παλαιοῖς ἁμαρτήμασιν ἐμφιλοχωρεῖ.

Εἶτε καὶ οἱ δύο ψυχῆς εἰσιν οὗτοι λογισμοί, ὧν ὁ μὲν ἕτερος ἐν τοῖς παλαιοῖς ἁμαρτήμασι μεταβάλλεται καὶ πρὸς τὸν δεσπότην ἀποδύεται, διὸ καὶ τῆς ἐκ μετανοίας φιλανθρωπίας καὶ τιμῆς ἀξιοῦται, ὁ δὲ ἕτερος ἀναπολόγητος, ὅτι καὶ ἀμετάθετος καὶ μέχρι τέλους ἐστὶ λῃστής.