Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο θρίαμβος κατά του θανάτου: Ανάσταση, κάθοδος στον Άδη και Ανάληψη

Η ολοκλήρωση του σωτηριώδους έργου με τη νέκρωση του θανάτου, την εμφάνιση του αναστημένου Χριστού και τη δοξασμένη ανάληψή Του στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ὡς δὲ τέλος εἶχεν ὁ κοσμικὸς ἀγὼν καὶ πάντα πανταχόθεν διήθλησε νικήσας, μήτε ὡς Θεὸς ἐπαιρόμενος μήτε ὡς ἄνθρωπος νενικημένος, ἔμενεν ἐν μεθορίῳ ὅλων ἐρριζωμένος, τρόπαιον ἐπινίκιον αὐτὸς ἐν ἑαυτῷ κατὰ τοῦ ἐχθροῦ προπομπεύων καὶ θριαμβεύων.

Τότε τῆς ὑπομονῆς ἐπιμόνης ἐθαμβώθη τὸ πᾶν· τότε οὐρανοὶ μὲν ἐσαλεύθησαν, ἀρχαὶ δὲ ἐκινήθησαν, ὑπερκόσμιοι θρόνοι καὶ νόμοι, τὸν ἀρχιστράτηγον τῆς μεγάλης δυνάμεως ὁρῶντες κρεμάμενον, μικροῦ δ᾽ ἂν ἐξέπεσον καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ, τὸν 〈πρὸ ἑωσφόρου〉 βλέποντες ἁπλούμενον, ἐσβέσθη δὲ παρ᾽ ὀλίγον καὶ τὸ τοῦ ἡλίου πῦρ, τὸ μέγα βλέπον 〈τοῦ κόσμου φῶς〉 ἀμαυρούμενον· τότε 〈ἐσχίσθησαν πέτραι〉 τῆς γῆς, τοῦ Ἰσραὴλ ἀγνωμοσύνην καταβοῶσαι ὅτι· Μὴ ἔγνως 〈τὴν πέτραν τὴν πνευματικήν, ἐξ ἧς ἀκολουθήσας ἔπινες〉, ἐρράγη 〈δὲ τοῦ ναοῦ τὸ καταπέτασμα〉, συμπάσχον καὶ μηνύον τὸν οὐράνιον ἀληθῶς ἀρχιερέα, μικροῦ δ᾽ ἂν ὅλος ὁ κόσμος συνεχύθη καὶ τῷ φόβῳ τοῦ πάθους συνελύθη, εἰ μὴ τὸ θεῖον πνεῦμα ἐνεφύσησεν ὁ μέγας Ἰησοῦς εἰπών· 〈«Πάτερ, παρακατατίθεμαι τὸ πνεῦμά μου εἰς τὰς χεῖράς σου»〉.

Κλονουμένων γὰρ τῶν ὅλων καὶ δονουμένων σεισμῷ τῷ φόβῳ, πάντων τε σαλευομένων, πάλιν ἀναβαίνοντος τοῦ θείου πνεύματος, τρόπον 〈τινὰ〉 ψυχούμενον καὶ ζωοποιούμενον καὶ στηριζόμενον πάλιν ἔστη τὸ πᾶν. Ὢ τῆς θείας ἐκτάσεως τῆς ἐν πᾶσι καὶ πανταχοῦ, ὢ τῆς διὰ πάντων ἁπλουμένης σταυρώσεως. Ὦ μόνε μόνων ἀληθῶς δι᾽ ὅλων ὅλε, ἐχέτωσάν σου τὸ πνεῦμα οὐρανοί, ὁ δὲ παράδεισος τὴν ψυχήν· 〈«Σήμερον»〉 γάρ φησιν 〈«ἔσομαι μετὰ σοῦ ἐν τῷ παραδείσῳ»〉, τὸ δὲ σῶμα ἡ γῆ.

Μεμέρισται ὁ ἀμερής, ἵνα τὰ πάντα σωθῇ, ἵνα μηδὲ ὁ κάτω τόπος τῆς θείας ἐπιδημίας ἀμύητος ᾖ· «Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν». Ἔλυσε μὲν οὖν καὶ παρὰ τὸν βίον τοὺς τοῦ θανάτου δεσμοὺς ἐξουσίᾳ χρώμενος βασιλικῇ, ὥς τε· 〈«Λάζαρε δεῦρο ἔξω»〉, καί· 〈«Ἡ παῖς ἐγείρου»〉, ἵνα αὐτοῦ καὶ τὸ ἐν δυνάμει ἐπιτακτικὸν δηλωθῇ· διὸ δὴ καὶ ὅλον ἑαυτὸν φέρων ἔδωκε τῷ θανάτῳ, ἵνα τὸ ἀδήφαγον θηρίον καὶ ὁ ἄπληστος δεσμὸς ὅλως ἐν ἑαυτῷ νεκρωθῇ. Τῷ ἀναμαρτήτῳ σώματι ἐζήτει πανταχοῦ τὰς ἰδίας τροφάς, μήπου ἡδονή, μήπου ὀργή, μήπου παρακοή, μήπου ὅλως ἡ παλαιὰ ἁμαρτία ἡ πρώτη τοῦ θανάτου τροφή· 〈«Κέντρον»〉 γάρ φησι 〈«τοῦ θανάτου ἡ ἁμαρτία»〉· ὡς δὲ οὐδὲν εὕρισκεν ἐν αὐτῷ θανάτου θρεπτικόν, ὅλως ἐν ἑαυτῷ κλεισθεὶς καὶ ἀτροφίᾳ λυθεὶς αὐτὸς ἑαυτῷ θάνατος ἐγίγνετο.

Ὡς δὲ καὶ πολλοὶ τῶν δικαίων εὐαγγελιζόμενοι καὶ προφητεύοντες καὶ τὸν ἐν ἀναστάσει 〈πρωτότοκον ἐκ τῶν νεκρῶν〉 〈**〉, ὁ δὲ καὶ τὴν τριήμερον ὑπὸ γῆν ὑπομόνην ἐνέσχετο, ἵνα ὅλον καὶ πᾶν σώσῃ τὸ τῶν ἀνθρώπων γένος, τὸ πρὸ νόμου, 〈τὸ διὰ νόμου,〉 τὸ δι᾽ ἑαυτοῦ.

Τάχα δὲ καὶ ἵνα ὁλόκληρον ἐξαναστήσῃ τὸ ζῶον, ψυχὴν καὶ πνεῦμα καὶ σῶμα, διὰ τοῦτο καὶ τριημερεύει. Ἀναστάντα δὲ αὐτὸν πρῶτον ὁρῶσιν αἱ γυναῖκες· ὡς γὰρ πρώτη τὴν ἁμαρτίαν τὴν ἐν κόσμῳ ἤγαγε γυνή, οὕτω καὶ πρώτη τῷ κόσμῳ ζωὴν ἐπαγγέλλει.

Διὸ καὶ ἀκούουσι τὴν ἱερὰν φωνήν· 〈«Γυναῖκες χαίρετε»〉, ἵνα ἡ πρώτη λύπη διὰ τῆς χαρᾶς τῆς ἀναστάσεως καταποθῇ. Ἐπιμείνας δὲ πρὸς ὀλίγον καὶ τὴν ἱερὰν αὐτοῦ ἀνάστασιν βεβαιώσας δίδωσιν εἰς πίστιν ἀναστάσεως καὶ τοῖς ἀπιστοῦσι, ἵνα αὐτοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις πιστευθῇ μετὰ σώματος.

Ὡς δὲ ὅλην τὴν εἰκόνα ἐν ἑαυτῷ φέρων ἐνεδύσατο καὶ 〈τὸν παλαιὸν ἄνθρωπον〉 ἀναστολησάμενος μετέθηκεν εἰς τὸν ἐπουράνιον ἄνθρωπον, τότε συνανέβαινεν αὐτῷ καὶ ἡ εἰκὼν συγκεκραμένη εἰς τοὺς οὐρανούς. Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς· 〈«Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης»〉. Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι· 〈«Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;»〉 Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο· 〈«Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ»〉.