Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Πανηγυρικός ύμνος και καταληκτήρια προσευχή

Εγκωμιαστικός λόγος για την κοσμική χαρά του θείου Πάσχα και τελική δοξολογική δέηση υπέρ της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 8

Ὢ τῆς χορηγίας τῆς μυστικῆς, ὢ τῆς πνευματικῆς ἑορτῆς. Ὦ πάσχα θεῖον ἀπ᾽ οὐρανῶν ὁδεῦσαν μέχρι γῆς καὶ ἀπὸ γῆς πάλιν ἀναβαῖνον εἰς οὐρανούς. Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι᾽ ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι᾽ ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς 〈δὲ〉 ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός.

Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι᾽ ὃν μέγας 〈νυμφὼν〉 τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν.

Ὦ πάσχα, καινῆς λαμπαδουχίας τὸ φώτισμα, παρθενικῆς δᾳδουχίας ἀγλάϊσμα, δι᾽ ὃν οὐκέτι σβέννυνται τῶν ψυχῶν αἱ λαμπάδες, ἐνθέως δὴ καὶ πνευματικῶς ἐν πᾶσι τῆς χάριτος δᾳδουχεῖται τὸ πῦρ, σώματι καὶ πνεύματι, καὶ ἐλαίῳ Χριστοῦ χορηγούμενον.

Σὲ δὲ δὴ παρακαλοῦμεν, Θεὲ δέσποτα πνευματικῶς αἰώνιε καὶ δέσποτα βασιλεῦ Χριστέ, ὑπερέχε σου τὰς χεῖρας τὰς μεγάλας ἐπὶ τὴν ἱεράν σου ἐκκλησίαν καὶ ἐπὶ τὸν λαὸν ἀεί σου τὸν ἅγιον, φυλάσσων, συντηρῶν, προσπολεμῶν, προστρατευόμενος, προσαγωνιζόμενος, ὑποτάσσων ὅλους τοὺς πολεμίους, νικῶν καὶ τοὺς ἀοράτῳ δυνάμει τοὺς ἐναντίους· ὡς καὶ τοὺς ἡμετέρους ἐνικήσας ἐχθρούς, ἀνάστησον καὶ νῦν αὐτὸς τὰ ὑπὲρ ἡμῶν τρόπαια καὶ χάρισαι καὶ ἡμῖν ᾄσαι μετὰ Μωϋσέως τὴν ᾠδὴν τὴν ἐπινίκιον, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.