Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η νίκη επί του θανάτου και η αποκατάσταση του ανθρώπου

Εισαγωγή στο νόημα της εορτής του Πάσχα, κατά την οποία ο θάνατος μετονομάζεται σε κοίμηση. Αναλύεται η νίκη του Χριστού επί του διαβόλου με τη χρήση των ίδιων μέσων που προκάλεσαν την πτώση του Αδάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΛΟΓΟΣ. αʹ. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ παρὰ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἰδοὺ γὰρ ἡμῖν παραγέγονεν ἡ ποθεινὴ καὶ σωτήριος ἑορτὴ, ἡ ἀναστάσιμος ἡμέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ τῆς εἰρήνης ὑπόθεσις, ἡ τῆς καταλλαγῆς ἀφορμὴ, ἡ τῶν πολέμων ἀναίρεσις, ἡ τοῦ θανάτου κατάλυσις, ἡ τοῦ διαβόλου ἧττα. Σήμερον ἄνθρωποι τοῖς ἀγγέλοις ἀνεμίγησαν, καὶ οἱ σῶμα περικείμενοι μετὰ τῶν ἀσωμάτων δυνάμεων λοιπὸν τὰς ὑμνῳδίας ἀναφέρουσι.

Σήμερον καταλύεται τοῦ διαβόλου ἡ τυραννίς· σήμερον τὰ δεσμὰ τοῦ θανάτου ἐλύθη, τοῦ ᾅδου τὸ νῖκος ἠφάνισται· σήμερον εὔκαιρον πάλιν εἰπεῖν τὴν προφητικὴν ἐκείνην φωνήν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Σήμερον τὰς χαλκᾶς πύλας συνέθλασεν ὁ Δεσπότης ἡμῶν Χριστὸς, καὶ αὐτὸ τοῦ θανάτου τὸ πρόσωπον ἠφάνισε. Τί δὲ λέγω τὸ πρόσωπον; Αὐτοῦ τὴν προσηγορίαν μετέβαλεν· οὐκ ἔτι γὰρ θάνατος λέγεται, ἀλλὰ κοίμησις καὶ ὕπνος· πρὸ μὲν γὰρ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς τοῦ σταυροῦ οἰκονομίας, καὶ αὐτὸ τοῦ θανάτου τὸ ὄνομα φοβερὸν ἐτύγχανε. Καὶ γὰρ ὁ πρῶτος ἄνθρωπος γενόμενος ἀντὶ μεγάλου ἐπιτιμίου τοῦτο κατεδικάζετο ἀκούων· ᾟ δ᾽ ἂν ἡμέρᾳ φαγῇ, θανάτῳ ἀποθανῇ.

Καὶ ὁ μακάριος δὲ Ἰὼβ τούτῳ τῷ ὀνόματι αὐτὸν προσηγόρευσε, λέγων· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Καὶ ὁ προφήτης Δαυῒδ ἔλεγε· Θάνατος ἁμαρτωλῶν πονηρός. Οὐ μόνον δὲ θάνατος ἐκαλεῖτο ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ ᾅδης.

Ἄκουε γὰρ τοῦ μὲν πατριάρχου Ἰακὼβ λέγοντος· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου· τοῦ δὲ προφήτου πάλιν· Ἔχανεν ὁ ᾅδης τὸ στόμα αὐτοῦ· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ῥύσεταί με ἐξ ᾅδου κατωτάτου· καὶ πολλαχοῦ εὑρήσεις ἐπὶ τῆς Παλαιᾶς θάνατον καὶ ᾅδην καλουμένην τὴν ἐντεῦθεν μετάστασιν. Ἐπειδὴ δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν θυσία προσηνέχθη, καὶ τὰ τῆς ἀναστάσεως προεχώρησε, περιῆρε δὲ τὰς προσηγορίας αὐτὰς ὁ φιλάνθρωπος Δεσπότης, καὶ καινὴν καὶ ξένην πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον· ἀντὶ γὰρ θανάτου λοιπὸν κοίμησις καὶ ὕπνος λέγεται ἡ ἐντεῦθεν μετάστασις. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν.

Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὸν καθεύδοντα διυπνίσαι καὶ διεγεῖραι, οὕτω καὶ τῷ κοινῷ πάντων ἡμῶν Δεσπότῃ τὸ ἀναστῆσαι. Καὶ ἐπειδὴ καινὸν ἦν καὶ ξένον τὸ παρ᾽ αὐτοῦ εἰρημένον, οὐδὲ οἱ μαθηταὶ συνῆκαν τὸ λεχθὲν, μέχρις ὅτου συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φανερώτερον αὐτὸ εἴρηκε. Καὶ ὁ τῆς οἰκουμένης δὲ διδάσκαλος ὁ μακάριος Παῦλος, γράφων Θεσσαλονικεῦσί φησιν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πάλιν ἀλλαχοῦ· Ἄρα οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ ἑτέρωθι πάλιν· Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ.

βʹ. Εἶδες πανταχοῦ λοιπὸν κοίμησιν καὶ ὕπνον τὸν θάνατον καλούμενον; καὶ τὸν πρὸ τούτου φοβερὸν ἔχοντα τὸ πρόσωπον, νῦν εὐκαταφρόνητον μετὰ τὴν ἀνάστασιν γινόμενον; Εἶδες λαμπρὸν τῆς ἀναστάσεως τὸ τρόπαιον; Διὰ ταύτην ἡμῖν τὰ μυρία ἀγαθὰ εἰσενήνεκται· διὰ ταύτην ἡ τῶν δαιμόνων ἀπάτη κατελύθη· διὰ ταύτην καταγελῶμεν θανάτου· διὰ ταύτην ὑπερορῶμεν τῆς παρούσης ζωῆς· διὰ ταύτην πρὸς τὴν τῶν μελλόντων ἐπιθυμίαν ἐπειγόμεθα· διὰ ταύτην, σῶμα περικείμενοι, οὑδὲν ἔλαττον τῶν ἀσωμάτων ἔχομεν, ἐὰν βουλώμεθα. Σήμερον ἡμῶν τὰ λαμπρὰ νικητήρια γέγονε· σήμερον ἡμῶν ὁ Δεσπότης τὸ κατὰ τοῦ θανάτου τρόπαιον στήσας, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καταλύσας, τὴν διὰ τῆς ἀναστάσεως ὁδὸν εἰς σωτηρίαν ἐχαρίσατο. Πάντες τοίνυν χαίρωμεν, σκιρτῶμεν, ἀγαλλώμεθα. Εἰ γὰρ καὶ ὁ Δεσπότης ἡμῶν ἐνίκησε καὶ τὸ τρόπαιον ἔστησεν, ἀλλὰ κοινὴ καὶ ἡμῶν ἡ εὐφροσύνη καὶ ἡ χαρά. Διὰ γὰρ τὴν ἡμετέραν σωτηρίαν πάντα εἰργάσατο· καὶ δι᾽ ὧν ἡμᾶς κατεπάλαισεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιεγένετο ὁ Χριστός. Αὐτὰ τὰ ὅπλα ἔλαβε, καὶ τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουε.

Παρθένος καὶ ξύλον καὶ θάνατος τῆς ἡμετέρας ἥττης γέγονε τὰ σύμβολα. Καὶ γὰρ παρθένος ἦν ἡ Εὔα· οὐδέπω γὰρ ἄνδρα ἐγίνωσκεν, ὅτε τὴν ἀγάπην ὑπέμεινε· ξύλον ἦν τὸ δένδρον· θάνατος τὸ ἐπιτίμιον τὸ κατὰ τοῦ Ἀδάμ. Εἶδες πῶς παρθένος καὶ ξύλον καὶ θάνατος γέγονεν ἡμῖν τῆς ἥττης τὰ σύμβολα; Ὅρα τοίνυν πῶς καὶ τῆς νίκης αὐτὰ πάλιν γέγονε παραίτια.

Ἀντὶ τῆς Εὔας ἡ Μαρία· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ, ὁ Δεσποτικὸς θάνατος. Εἶδες δι᾽ ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡττώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβολον ὁ Χριστός. Κἀκεῖνο μὲν τὸ ξύλον εἰς ᾅδην ἔπεμπε, τοῦτο δὲ τὸ ξύλον, τὸ τοῦ σταυροῦ, καὶ τοὺς ἀπελθόντας ἐκ τοῦ ᾅδου πάλιν ἀνεκαλεῖτο· κἀκεῖνο μὲν καθάπερ αἰχμάλωτον καὶ γυμνὸν ἔκρυπτε τὸν ἡττηθέντα, τοῦτο δὲ τὸν νικητὴν γυμνὸν προσηλωμένον ἐφ᾽ ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν καὶ τοὺς μετ᾽ αὐτὸν κατέκρινεν· ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ ἀνέστησεν ἀληθῶς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι, ἀπὸ πτώσεως ἀνέστημεν, ἀπὸ ἡττήματος κατέστημεν νικηταί.