Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Τυπολογική ερμηνεία του πασχαλινού δείπνου και της οδοιπορικής προετοιμασίας

Ο πνευματικός συμβολισμός των στοιχείων του δείπνου και η αλληγορική ερμηνεία της οδοιπορικής περιβολής ως απόσπασης της ψυχής από τον κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Πρόβατόν ἐστιν ἅμα, καὶ ποιμὴν τῶν προβάτων καθηγούμενος. Ἔμπροσθεν γὰρ, φησὶ, πορεύσομαι, ἐπὶ τὴν αἰωνίαν ἄγων αὐτὰ ζωήν. Ἀρχὴ μηνῶν Ἰουδαίοις ἡ τοῦ προβάτου θυσία, καὶ ἡ ἔξοδος ἡ ἐξ Αἰγύπτου· ἡμῖν δὲ ἀρχὴ ζωῆς τὸ τοῦ Κυρίου πάθος, καὶ ἡ σὺν Χριστῷ μετάστασις ἀπὸ κόσμου. Τότε γὰρ ζῶμεν, ὅτε ἀποθνήσκομεν κόσμῳ· τότε εἰς Θεὸν ἀναγεννώμεθα, ὅτε τὴν ἐπὶ γῆς γένεσιν ἀπογινόμεθα. Τὸ πρόβατον ἀμέριστον, ἐπὶ μιᾶς ἐσθιόμενον οἰκίας, τῆς πνευματικῆς Ἐκκλησίας, ἀλλαχοῦ δὲ οὐχ εὑρισκόμενον· ὥσπερ καὶ τοῖς σωματικοῖς Ἰουδαίοις προστέτακτο μὴ ἐξενεγκεῖν τῶν τοῦ προβάτου κρεῶν ἀπὸ τῆς οἰκίας. Πρόβατον, διὰ τὴν ἠπιότητα, Χριστὸς, κατὰ δὲ τὴν ὑψοῦσαν ὁδὸν, ἔριφος, ὁμοίωμα αὐτοῦ τότε ἐθύετο. Ἄρτος ἄζυμος ἦν τοῖς πάσχα ἐσθίουσιν, ἡμῖν δὲ πρὸς Χριστὸν κοινωνία μετὰ καινῆς καὶ νέας καὶ ἁπλουστάτης διανοίας· ὥσπερ τὸ ἄζυμον καινὸν φύραμα καὶ ἁπλοῦν. Αἱ πικρίδες αἱ μετὰ τὸ πάσχα ἐσθιόμεναι, τότε θλίψεις ἐδήλουν τὰς ἡμετέρας, δι᾽ ὧν κοινωνοῦμεν τοῖς Χριστοῦ παθήμασι. Πικρὸν γὰρ ἡ θλῖψις, εἰ καὶ γλυκὺς ὁ ἐξ αὐτῆς καρπός. Ὀστοῦν οὐ συνετρίβετο τοῦ προβάτου, καὶ τοῦτο ὁ νόμος ἐκέλευεν εἰς Χριστὸν προτυπῶν, ὡς τὸ Εὐαγγέλιον ἐξηγεῖται, ὅτι οὐδεὶς κατέαξε τὰ ἅγια τοῦ Κυρίου σκέλη· Ἵνα ἡ Γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ.

Ἠσθίετο δὲ ἐπὶ τῆς νυκτὸς τὰ κρέατα, καὶ εἰς ἡμέραν οὐχ ὑπελείπετο, ὅτι καὶ ὁ Χριστοῦ θάνατος ἐπὶ τοῦ παρόντος αἰῶνος μνημονεύεται, ἐπὶ δὲ τοῦ μέλλοντος ἡ ζωὴ φαίνεται. Σχῆμα δὲ τῶν ἐσθιόντων τὸ πάσχα, ὀσφὺς ἐζωσμένη, ὑποδήματα ἐν ποσὶν, ἐν χερσὶ βακτηρίαι.

Ὁδοιπορικὸν ἅπαν τὸ σχῆμα, παρεσκευασμένων εἰς ὁδοιπορίαν, ἐπειγομένων ἀπᾶραι· ἡμῖν δὲ ψυχῆς ἡ πρόθεσις ὁδοιπορικὴ πρὸς ἀποδημίαν τοῦ κόσμου στελλομένη. Διὰ τοῦτο εὐσταλεῖς καὶ περιεσφιγμέναι πανταχόθεν αἱ ψυχαὶ τὰς τοῦ βίου μερίμνας ἀποφεύγουσι, πρὸς δὲ τὴν θείαν ἕτοιμοι πορείαν, ὥστε τρέχειν εἰς οὐρανόν. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς, φησί. Ῥάβδον δὲ ἀνειλήφαμεν, ᾗ στηριζόμεθα, πίστιν καὶ ἐλπίδα τὴν εἰς Χριστόν.

Ἀνῆπται δὲ καὶ ἡμῖν λύχνος ταῖς ψυχαῖς, ὥσπερ ἐκείνοις ὁ σωματικός. Ψυχῶν δὲ λύχνος ἐστὶν ἡμῖν ὁ νόμος τοῦ Χριστοῦ· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος περὶ τούτων· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις ἐκδεχομένοις τὸν κύριον αὐτῶν.