Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η δουλεία στην Αίγυπτο και το τυπικό Πάσχα

Η καταπίεση του Ισραήλ, η αποστολή του Μωυσή, οι πληγές της Αιγύπτου και η διάβαση της Ερυθράς Θαλάσσης αναλύονται ως ιστορικές προτυπώσεις της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Αἴγυπτος ἔθλιβεν Ἰουδαίους ἐλευθέρους ὄντας ἐκ πατέρων, ὑποβαλοῦσα δουλείας ζυγῷ, πλινθουργεῖν καὶ πόλεις κατασκευάζειν ἀναγκάζουσα. Σύμβολον τοῦτο θλίψεως κοσμικῆς, ἐν ᾗ κατεπονεῖτο τὸ γένος τὸ ἀνθρώπινον, ἀποπεσὸν τῆς παρὰ Θεοῦ τρυφῆς τε καὶ ἐλευθερίας, περὶ τὴν γηΐνων ἐργασίαν διαπονούμενον, καὶ τὰς σκηνὰς ἀπολλυμένας κατασκευάζον· ὅτι μηδὲν τῶν ἐν ἀνθρώποις μόνιμον μηδὲ ἀσφαλὲς, ἀλλὰ πάντα φθειρόμενα χειρῶν ἀνθρωπίνων ἔργα, καὶ χρόνου παραναλώματα.

Ἐλευθερῶσαι τῆς δουλείας ταύτης ὁ Θεὸς βούλεται, καταπονούμενον τὸ ποίημα τὸ ἴδιον οἰκτείρας, ὥσπερ εἶδε τὴν κάκωσιν τῶν υἱῶν Ἰσραὴλ, ἐλευθεροῖ διὰ κτήσεως. Ἑκουσίως γὰρ εἰς Θεὸν ἐπανελθεῖν δεῖ τοὺς ἑκουσίως ἀποπηδήσαντας. Πέμπονται δοῦλοι νόμον κομίζοντες, διὰ νόμου πρὸς δικαιοσύνην παρακαλοῦντες, διὰ δικαιοσύνης πρὸς Θεὸν ὁδηγοῦντες, μικρὰς ἔτι κολάσεις ταῖς ἀντικειμέναις δυνάμεσιν ἐπάγοντες, οὔπω τέλεον ὄλεθρον ἐν μέρει κομίζοντες, τοὺς ἀσεβεῖς οὔπω παντελῶς ἐξαλείφοντες. Τοῦτο γὰρ ἐφυλάττετο τῇ τοῦ Δεσπότου παρουσίᾳ μετὰ τοὺς δούλους παραγινομένου. Τύποι δὲ τούτων καὶ σύμβολα, Μωϋσῆς ἀποστελλόμενος πρὸς Ἰουδαίους μετὰ Ἀαρὼν τοῦ ἀδελφοῦ, καλῶν ἐπὶ λατρείαν Θεοῦ, μαστιγῶν Αἴγυπτον πληγαῖς μερικαῖς ὑπὲρ τοῦ δουλουμένου καὶ θλιβομένου λαοῦ. Ἀλλὰ γὰρ τούτων γινομένων, ἔτι καὶ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ, καὶ ὁ βασιλεὺς τῶν Αἰγυπτίων χώραν εἶχε τοῦ θεομαχεῖν. Ἐννέα πληγαὶ, καὶ τέλος οὔπω τοῦ πράγματος. Τὴν τελευταίαν ἐπαχθῆναι δεῖ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, καὶ ἅμα ταύτῃ ἐξιέναι τὸν Ἰσραήλ. Ἐνταῦθα πρόβατον θύεται, καὶ αἱ τῶν οἰκιῶν εἴσοδοι τῶν Ἑβραϊκῶν τῷ αἵματι χρίονται, καὶ τὰ πρωτότοκα τῶν Ἰουδαίων ἐκφεύγει τὴν τοῦ θανάτου πληγὴν διὰ τὸ τοῦ αἵματος σύμβολον.

Ἐσθίουσι τὸ πρόβατον Ἰουδαῖοι σὺν ἀζύμοις καὶ πικρίσιν. Ἐξίασιν ἐξ Αἰγύπτου· ἐπιδιώκει Φαραὼ καὶ οἱ λειπόμενοι τῶν Αἰγυπτίων· ἐπὶ τὴν θάλασσαν ἔρχονται τὴν Ἐρυθράν. Αὕτη δέχεται μὲν τὸν τῶν Ἑβραίων στρατὸν διαιρεθεῖσα δυνάμει Θεοῦ, καὶ ῥάβδῳ Μωϋσέως· καταποντίζει δὲ τὴν Αἰγυπτιακὴν δύναμιν ἐπεισελθοῦσαν.