Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η μετάβαση από τους ιουδαϊκούς τύπους στην αληθινή εορτή

Αντιπαραβάλλεται η σκιώδης και ιστορική φύση των ιουδαϊκών τύπων με την πνευματική και αιώνια απελευθέρωση που προσφέρει η χριστιανική εορτή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν αὐτὴν ὑπόθεσιν εʹ. αʹ. Ἐν Ἰουδαίοις οἱ τύποι, παρ᾽ ἡμῖν δὲ ἡ ἀλήθεια. Σκιὰν γὰρ, φησὶν, ὁ νόμος εἶχε τῶν μελλόντων ἀγαθῶν· καὶ, Ὁ νόμος, φησὶ, διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις γὰρ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐδὲ γὰρ τὰ Ἰουδαίων ἀλλότρια Χριστοῦ, τυπικὴν δὲ καὶ σκιώδη τὴν πρὸς Χριστὸν εἶχεν οἰκείωσιν· ἐτηρεῖτο δὲ τῇ κατὰ πρόσωπον αὐτοῦ παρουσίᾳ ἡ τελείωσις, καὶ ἡ σαφὴς αὐτοψία τῶν πραγμάτων, ὅτε καὶ ἡ αὐτοψία τοῦ βασιλέως. Καὶ γάρ τις εἰκόνα γράφων, σκιογραφεῖ πρῶτον, εἶτα τοῖς χρώμασι τελειοῖ τὴν γραφήν· καὶ ἔστιν ἕτερον μὲν τῆς σκιᾶς ἡ εἰκὼν κατὰ τὸ φαινόμενον, ταὐτὸν δὲ κατὰ τὸν ὑποκείμενον τοῖς χρώμασι χαρακτῆρα.

Σκόπει δή μοι διὰ τῶν σκιῶν τὰ ἀληθινὰ, καὶ θεώρει διὰ τύπων τὰ δηλούμενα, καὶ ἐκ τῶν μικρῶν πρὸς τὰ μεγάλα πρόϊθι· καὶ μή μοι περὶ γῆν ἀπομείνῃς, ἐλευθερίας ἔθνους ἑνὸς τῆς ἀπὸ τυράννου, καὶ σωτηρίας παιδίων τῆς προσκαίρου, καὶ μετοικίας τῆς ἀπὸ γῆς εἰς γῆν ἐπιτελῶν ὑπομνήματα. Οὐδὲ γὰρ τὰς Ἑλλήνων ἑορτὰς εὑρήσεις πάνυ τι τῶν τοιούτων ἀφεστηκυίας ὑπομνημάτων.

Ἑορτάζουσι γάρ τοι καὶ ἐκεῖνοι νόσων ἀποφυγὰς, καὶ τυραννίδων ἐλευθερώσεις, ἀποικίας τε καὶ πόλεων κτίσεις, καὶ νίκας πολέμων, καὶ τὰ τοιαῦτα, ὅσα γήϊνα καὶ πρόσκαιρα λαμβάνοντες εἰς ὑπόθεσιν ἑορτῶν. Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρωσιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πολιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνάστασιν.