Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική περιτομή ως προετοιμασία του πιστού

Η διάκριση μεταξύ σαρκικής και αληθινής περιτομής και η απόθεση του σαρκικού φρονήματος διά του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τὴν μὲν οὖν παρασκευήν, ἣν παρασκευάσασθαι δεῖ τὸν μέλλοντα μετέξειν Χριστοῦ, διὰ περιτομῆς ἐπέδειξεν ἡμῖν ὁ νομοθέτης τυπικῶς λέγων. 〈«Οὗτος ὁ νόμος τοῦ πάσχα. Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾽ αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν καὶ τότε φάγεται ἀπ᾽ αὐτοῦ»〉. Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδεικνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι 〈«Πάντα τὰ ἔθνη»〉 φησὶν 〈«ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν»〉· ἡ δὲ ἀληθὴς περιτομὴ καθ᾽ ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος. Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ᾽ 〈«ἡμεῖς ἐσμεν ἡ περιτομή»〉, φησίν, οἱ Χριστοῦ μέτοχοι, 〈«οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί»〉· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι.

Ταύτης τῆς περιτομῆς κατάρχει μὲν τὸ τοῦ κυρίου πάθος ὑπὲρ ἡμῶν ἀποθεμένου τὴν σάρκα καὶ τὴν περιτομὴν αὐτὴν δι᾽ ἡμᾶς ἀναδεξαμένου, ἐκτυποῦται δὲ τὸ μυστήριον εἰς ἡμᾶς ἐν βαπτίσματι καὶ τελεῖται τῷ βίῳ τῷ κατὰ Χριστόν· 〈«Περιετμήθητε»〉 γάρ φησι 〈«περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι»〉. Ἕως οὖν οὐκ ἀποτίθεσαι τὸ σαρκικὸν ἦθος, 〈ἀλλογενὴς〉 εἶ καὶ ξένος, ἀμέτοχά σοι καὶ ἀκοινώνητα πρὸς τὸν ἅγιον τὸν ἐξ οὐρανοῦ παρόντα Χριστόν· οὐράνιον γὰρ γενέσθαι δεῖ τὸν τῷ οὐρανίῳ προσελευσόμενον, οὐράνιος δὲ οὐδεὶς ἂν γένοιτο μὴ τὰ γήϊνα περιελών.