Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η Κάθοδος στον Άδη, η συντριβή του θανάτου και η πασχαλινή ευφροσύνη

Περιγραφή της έλευσης του Χριστού στον Άδη, της απελευθέρωσης των δεσμωτών νεκρών και του μονολόγου του ηττημένου Άδη, με μετάβαση στη χαρά της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὡς γὰρ ἐθεάσαντο εἰς τὴν τοῦ ᾅδου φρουρὰν παραγενόμενον τὸν βασιλέα ἔπτηξαν ἰσχυρῶς· αὐτὸς ὁ ᾅδης τῷ τρόμῳ ἐκλονεῖτο καὶ τοὺς κατοιχομένους κατήπειγε καὶ μετὰ σπουδῆς ἐβιάζετο. Πᾶσαι αἱ μυριάδες τῶν ἐγκατακλείστων ἐκεκίνηντο καινότερον θέαμα θεάσασθαι ἐπειγόμεναι καὶ προσπίπτουσαι συμφώνως ἱκέτευον προβαλλόμεναι τὴν διαβολικὴν ὠμότητα καὶ ἀγριότητα αὐτοῦ καὶ ὁμοφώνως πρεσβεύουσαι προσέπιπτον.

Ὅθεν πᾶσαν τὴν αἰχμαλωσίαν ὁ βασιλεὺς ἀπέσωσε καὶ τὰ οἰκεῖα δεσποτικῶς ἐλευθεροῖ δημιουργήματα. Αὐτὸς ὁ θάνατος κατῃσχύνετο κατέχειν τὸν ἐν νεκροῖς ἐλεύθερον μὴ δυνάμενος· κατέπιε γὰρ τοὺς πολλοὺς καὶ τὸν σωτῆρα πέψαι μὴ δυνάμενος διεφθάρη. Κατέπιεν ὡς ἄνθρωπον, ἐξέμεσε δὲ οὐχ ὡς ἄνθρωπον, πάντας γὰρ τῷ ἑνὶ συνεξέμεσεν. Ἐθεάσατο γὰρ σῶμα ἐνδεδυμένον καὶ ἐνεπήδησεν, ἔλαβε δὲ τὴν πεῖραν τῆς δυνάμεως καὶ φρίξας ἀπεπήδησεν. Ἐν τάφῳ διὰ Ἰουδαίων κατέκλεισε καὶ νενικηκέναι τοῦτον ἐνόμισε καὶ ὑψοῦτο καὶ ἐκηρύσσετο· ὡς δὲ εἶδε τὸν τάφον ἀνεῳγμένον καὶ τοῦ ἀποθανόντος, ὡς ἐνόμισε, σώματος τὴν ἀνάστασιν θεϊκὴν γενομένην καὶ τοῦ νεκρωθέντος τὴν ἀνίκητον δύναμιν, τὴν ἰσχὺν παρελύετο καὶ τὸ οἰκεῖον τέλος ὁ δείλαιος δεδοικὼς ἐβόα· “Οἴμοι, ὡς ἔοικεν, ἦλθεν ὁ ἐμὲ καταλύων καὶ τὴν ἐμὴν βασιλείαν πορθῶν.

Πολλοὶ ἤλθοσαν πρός με καὶ οὐδένα θεασάμενος ἐδειλίασα, πολλοὺς ἐθανάτωσα καὶ οὐδεὶς ἀντέσχε μοι. Νῦν ὁ δυνατὸς οὐχ ὑφίσταμαι, ὁ ὑψηλὸς τεταπείνωμαι, ὁ κραταιὸς παραλέλυμαι, ὁ καυχώμενος ἐδαφίζομαι, ἀοράτως συνέχομαι, οὐ φέρω τοῦ παρόντος τὴν δύναμιν· ὁ ὁρώμενος φοβερὸς εὐκαταφρόνητος πέλω, ὁ νοούμενος δυνατὸς παρὰ πᾶσι καταγέλαστος ὑπάρχω. Οἴμοι, τί ποιήσω; Πῶς ἠπατήθην. Ἐτέχθη ὡς ἄνθρωπος, ἐπ᾽ ἀγκαλῶν περιηνέχθη ὡς ἄνθρωπος, μαζοῖς ὑπεβλήθη ὡς ἄνθρωπος, ἐπείνασεν ὡς ἄνθρωπος, ἐδίψησεν ὡς ἄνθρωπος, ἐμαστίχθη ὡς ἄνθρωπος, ἐνεπτύσθη ὡς ἄνθρωπος, ἐσταυρώθη ὡς ἄνθρωπος, ἐνεπαίχθη ὡς ἄνθρωπος, ὄξος ἐποτίσθη ὡς ἄνθρωπος, ἀπέθανεν ὡς ἄνθρωπος, ἐτάφη ὡς ἄνθρωπος, ἀνέστη ὡς θεὸς οὐχ ὡς ἄνθρωπος.

Πῶς εὑρέθη θεὸς αὐτέγερτος; Ἔπαθε πολλὰ παρὰ πολλῶν καὶ οὐδένα τούτων ἠμύνατο, ἠτιμάσθη παρὰ τῶν δούλων καὶ οὐδένα τούτων ἐλυμήνατο. Ἰουδαῖοι ἐβόων καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ πάλιν· Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε, καὶ πάλιν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις· καί· οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀπέδωκεν. Ταῦτά μου τὴν ἀφροσύνην ἠπάτησεν, ταῦτά με τὸν ἄθλιον ἐχλεύασεν, διὰ τούτων ἠγκιστρεύθην, διὰ τούτων ἐδελεάσθην. Πάντα ὑπομεῖναι διὰ τοῦ σώματος κατεδέξατο· εἴ ποτε τῆς θεότητος ὑπέδειξε μέγεθος, ὀξέσι ποσὶν ἱπτάμενος ἀοράτως ὑπέστρεφον. Συνεσκίαζε πολλάκις παθήμασι καὶ οὐκ ἔφερον αὐτοῦ τὴν ἀχώρητον δύναμιν· ὅθεν πολλάκις θεασάμενος τῆς θεότητος τὰ τεκμήρια ἐβόων καὶ ἔλεγον διὰ τῶν ἑπομένων μοι πονηρῶν δαιμόνων· Δέομαί σου μή με βασανίσῃς, καὶ πάλιν· Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἀλλ᾽ ὡς ἤκουον βοῶντος· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, καί· νῦν ἡ ψυχή μου τετάρακται, ὡς ἐθεασάμην ἀγωνιῶντα καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα βοῶντα· Πάτερ, εἰ δυνατόν ἐστι παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπεπήδησα πάλιν κοινὸν λογισάμενος εἶναι ἄνθρωπον.

Ὡς δὲ ἔοικεν, δι᾽ ἐμὲ οὕτως ἐφθέγγετο, ἵνα με δελεάσῃ καὶ ἀπατήσας ἐμὲ τὸν ὑπ᾽ ἐμοῦ ἀπατηθέντα λυτρώσηται ἄνθρωπον. Οὐκ ἔγνων δὲ ὁ δείλαιος· ἔδει με αὐτοῦ ἀκούσαντα· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἐξ αὐτῶν τῶν πραγμάτων ἐρευνᾶν τὴν ἀλήθειαν. Ὁ γὰρ μὴ φοβεῖσθαι ἀνθρώπῳ συμβουλεύων τὸν θάνατον, πῶς αὐτὸς φόβῳ τοῦ θανάτου συνείχετο; Ἀλλὰ θανατώσας ἐθανατώθην, σταυρώσας ἐστηλιτεύθην, ἥλους χαλκεύσας περιεπάρην, ἀκάνθας πλέξας ἐτραυματίσθην, χολὴν προσκομίσας πικρῶς ἐθανατώθην, χλανίδα ἐνδύσας συνεποδίσθην.„ Ἐπεὶ οὖν τῆς τοιαύτης εὐφροσύνης ἡ ἡμέρα πεπλήρωται, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· αὐτὸς γὰρ ἐποίησε τὴν ἡμέραν καὶ διὰ τῆς ἀναστάσεως τῆς ἰδίας ἐφαίδρυνεν αὐτήν. Ὁ γὰρ δημιουργὸς τῆς ἡμέρας καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν κατεδέξατο διὰ τῆς σαρκὸς καὶ μησὶ καὶ ὥραις καὶ ἐνιαυτοῖς δουλεῦσαι, ὃν ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐκήρυσσε λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.