Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο στον Ευαγγελιστή Ιωάννη και χριστολογική διδασκαλία

Εγκώμιο του Ευαγγελιστή Ιωάννη και ερμηνεία του προοιμίου του Ευαγγελίου του προς αναίρεση των κακοδοξιών περί της γεννήσεως του Υιού και Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἰωάννη, πῶς ὕψωσάς σου τὸν νοῦν, πῶς ἐκορύφωσάς σου τὸν λογισμόν, πῶς ὑπερέβης τὴν φύσιν, πῶς ἐπάτησας τὸν οὐρανόν, πῶς παρῆλθες τάξεις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ αὐτὰς τὰς ἄνω δυνάμεις καὶ χοροστασίας, πῶς αὐτῷ τῷ θρόνῳ τῷ ἁγίῳ ἤγγισας, πῶς δὲ κἀκεῖνον παρέδραμες καὶ ἐθεάσω τὸν ἐν ἀρχῇ ὄντα ὄντως υἱὸν θεοῦ λόγον; Τίς σε, Ἰωάννη, ταύτην τὴν φωνὴν ἐδίδαξεν; Πῶς λέγειν τὰ ἄρρητα κατετόλμησας; Πῶς τὸν υἱὸν λόγον ὠνόμασας; Οὐδεὶς ἄλλος ταῦτα ἐφθέγξατο.

Καὶ πάντως Ἰωάννης ἐρεῖ ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ λαλῶν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν ἐμοί. Αὐτὸ παρεσκεύασε μὴ λέγειν ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη, ἐπειδὴ φιλοπράγμονες ὑπάρχουσιν οἱ κακῶς φρονοῦντες καὶ περιεργάζονται τοὺς λόγους καὶ τρακτεύουσι τὰ ῥήματα. Καὶ ἤμελλον ἀκούσαντες ὅτι ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη τὸν τρόπον τῆς γεννήσεως συντάττειν καὶ πῶς καὶ πότε καὶ παθητὴν ὑπολαμβάνειν τὴν γέννησιν. Διὰ τοῦτο καὶ τὴν ἀμφιβολίαν αὐτῶν τῆς ψυχῆς ἐξορίζει καὶ τὴν παθητικὴν διασκεδάζει ὑπόνοιαν λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος. Ὥσπερ δὲ ἐκ τοῦ νοῦ ἀπαθῶς ὁ λόγος προέρχεται καὶ οὔτε τὸν γεννήσαντα μειοῖ καὶ αὐτὸς προέρχεται τέλειος, οὕτως καὶ ὁ υἱὸς τοῦ θεοῦ τέλειος ἐξ ὅλου γεγέννηται μήτε τὸν πατέρα μειώσας καὶ αὐτὸς ἔχων τὴν τελειότητα τοῦ πατρός· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.