Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Τα προτυπωτικά ιδιώματα του αμνού, δογματικές προεκτάσεις και κατακλείδα

Θεολογική ερμηνεία των ιδιωμάτων του θύματος ως τελείου, άρσενος και ενιαυσίου, αναίρεση αιρετικών δοξασιών περί της φύσεως του Χριστού και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἰς δὲ τὴν τοῦ Κυρίου δόξαν προτετυπωμένον ὁρῶμεν τὸ 〈«τέλειον»〉 εἶναι καὶ 〈«ἄρσεν»〉 καὶ 〈«ἐνιαύσιον»〉 τὸ πρόβατον. 〈«Τέλειον»〉 μὲν γὰρ ὅτι μόνος Χριστὸς ἀνενδεὴς ἐν τῇ πάσῃ ἀρετῇ καὶ κατὰ πάντα τρόπον 〈ἄμωμος〉 καὶ ἐξ ἀρχῆς καὶ εἰς τέλος οὐδεμιᾶς ἐνδέων δικαιοσύνης, ὡς αὐτός φησιν· 〈«Οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην»〉· διὸ καὶ πάντα τὰ θύματα προσήγετο τέλεια καὶ ἄμωμα, ὅτι καὶ πάντα εἰς τύπον ἐθύετο τοῦ Χριστοῦ, καὶ τοὺς ἱερεῖς ἀρτίους εἶναι καὶ τελείους τοῖς σώμασιν ἐκέλευεν ὁ θεός, ὅτι τοῦ ἀληθοῦς ἱερέως ἦσαν ἅπαντες τύπος. 〈«Ἄρσεν»〉 δὲ τὸ πρόβατον, ὅτι καὶ ἡγεμονικόν, φύσει τὴν ἡγεμονίαν ἔχον, ὥσπερ ὁ ἄρρην ἔχει σωματικὴν ἡγεμονίαν πρὸς τὸ θῆλυ· φύσει γὰρ καὶ ἀληθείᾳ Χριστὸς ἡγεμὼν καὶ βασιλεύς, ἅτε ὢν ἐπουράνιος ἄνθρωπος, καὶ συνταχθεὶς μὲν ἡμῖν ὡς ἀδελφὸς κατὰ τὴν φύσιν τὴν σαρκικήν, ἐφεστὼς δὲ ὡς δεσπότης κατὰ τὴν θεότητα τὴν πνευματικήν.

Διὸ καὶ νυμφίος αὐτὸς δὴ καὶ μόνος ὡς νύμφης τῆς πάσης ἀνθρωπότητος, καὶ οὔτε Ἰωάννης νυμφίος ὁ προφητῶν μέγιστος, ὅς γέ φησι περὶ Χριστοῦ καὶ ἑαυτοῦ, περὶ Χριστοῦ μέν· 〈«Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν»〉, περὶ ἑαυτοῦ δέ· 〈«Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται»〉, οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος; 〈«Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ»〉.

Ἡγεμὼν οὖν ἀληθῶς καὶ δεσπότης καὶ βασιλεὺς ὁ κύριος, οὐ μόνον ὅτι θεὸς ἦν ἐν ἀνθρώποις, ἀλλὰ καὶ κατὰ τὴν προϋπάρχουσαν θεότητα, ὅτι φύσει βασιλεὺς ἁπάσης τῆς κτίσεως, οὐ χάριτι τὸ βασιλεύειν λαβών, ἀλλ᾽ ἔχων ἐν ἀληθείᾳ καὶ γεννήσει τῇ ἐκ πατρός· ἔτι δὲ καὶ 〈«ἐνιαύσιον»〉 τὸ πρόβατον, ὅπερ ἐδήλου τὸν κύριον νέον ἐπὶ γῆς ὄντα καὶ παλαιότητος οὐδὲν τῆς ἐν ἀνθρώποις ἔχοντα.

Εἴ τις οὖν ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον καὶ τῆς ἡμετέρας φύσεως τίθησι τὸν Χριστόν, τούτῳ τὸ πρόβατον οὐκ ἔστι 〈«τέλειον»〉 οὐδὲ 〈«ἄμωμον»〉, οὐδεὶς γὰρ ἄνθρωπος ἄμωμος, τούτῳ τὸ πρόβατον οὐκ ἔστιν 〈«ἄρσεν»〉, οὐδεὶς γὰρ ἀνθρώπων ἡγεμονίαν ἔχει φυσικὴν καὶ ὁλόκληρον πρὸς τοὺς ὁμοφυεῖς ἀνθρώπους· καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ᾽ οὗτος 〈«ἄρσεν»〉 ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ᾽ εἰς ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει· ἀλλὰ καὶ εἴ τίς 〈τι〉 ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ᾽ ἀνάγκην ὑποκείμενον, οὗτος 〈«ἐνιαύσιον»〉 οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος ᾔσθετο τῆς ἐν Χριστῷ.

Ὑπολείπεται τοῦ προβάτου τὸ σύμβολον καὶ τοῦ ἐρίφου κατανοῆσαι. Ἔστι τοίνυν τὸ μὲν πρόβατον κατὰ τὸν Ἡσαίαν ἠπιότητος τῆς Χριστοῦ σύμβολον· 〈«Ὡς πρόβατον»〉 γὰρ 〈«ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος»〉, ἔριφος δὲ κατὰ τὸν νόμον ὑπὲρ ἁμαρτίας θῦμα. 〈«Χίμαρον»〉 γάρ φησι 〈«ἐξ αἰγῶν περὶ ἁμαρτίας»〉. Προσαχθεὶς οὖν ἤπιος ὡς πρόβατον, ὑπὲρ ἁμαρτίας ὡς χίμαρος ὢν τέθυται, διὰ τῆς ἠπιότητος δοὺς ἑαυτὸν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν, ἧς εὐξόμεθα τυχεῖν διὰ πίστεως καὶ ἀγάπης τοῦ παθόντος ὑπὲρ ἡμῶν κυρίου Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ πατρὶ ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.