Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα
Τυπολογία του Πάσχα και εκπλήρωση των προφητειών
Η μετάβαση από τον νομικό τύπο του αμνού στο αληθινό Πάθος, το σημείο του σκότους κατά τη Σταύρωση και η αναγκαιότητα της ορθής εκκλησιαστικής τήρησης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τυπολογία του Πάσχα και εκπλήρωση των προφητειών
Η μετάβαση από τον νομικό τύπο του αμνού στο αληθινό Πάθος, το σημείο του σκότους κατά τη Σταύρωση και η αναγκαιότητα της ορθής εκκλησιαστικής τήρησης.
Διὰ ταῦτα πάντα τὰς ἀρχαίας ἐπὶ τῷ νέῳ πάθει προθεσμίας ἐτήρησεν ὁ Χριστός· διὰ τοῦτο δὴ καὶ ἡμεῖς τηροῦμεν πάντας τοὺς χρόνους εἰς ἔνδειξιν τῶν μυστηριωδῶν λογισμῶν τὸ μίμημα περιέποντες. Ἀλλ᾽ ὁ μὲν σωτήρ, τὸ ἀληθινὸν ἐκτελῶν πάσχα ὑπὲρ τοῦ τῆς ἐπικρεμαμένης δίκης τοὺς πάντας ῥύσασθαι, εἰκότως οἷα ἐπ᾽ ἀληθινῷ καὶ κυρίῳ πάσχα πάντας τοὺς προειρημένους χρόνους μετ᾽ ἀκριβείας ἐν τῇ ἑβδομάδι κατὰ τὸ ἀρχαῖον συνήγαγεν, ἵνα τὴν ἀνακεφαλαίωσιν ἀκριβῶς ἐκτελέσειεν· ἡμεῖς δέ, ἐπεὶ μὴ δύνανται εἰς ἀεὶ οὕτω συντρέχειν αἱ προθεσμίαι, μίμημα τοῦ ἀληθινοῦ πάσχα ποιοῦντες ὅση δύναμις τὸ μίμημα τῶν χρόνων περὶ τὸν τόπον συνάγομεν, τὴν ἀκριβῆ τῶν χρόνων κατάστασιν τῷ πρωτοτύπῳ πάσχα τοῦ σωτῆρος παραχωρήσαντες.
Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ᾽ ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς τύποις τὸ πάσχα ποιεῖν. Ἀκολούθως οὖν τῷ μιμήματι καὶ τοὺς χρόνους ἐν μιμήσει συνάγομεν ὅση δύναμις, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην καὶ τριήμερον περὶ τὸν τόπον ἀθροΐζοντες, τὴν μὲν τεσσαρεσκαιδεκάτην ἐξ ἀνάγκης κατὰ τὴν ἑβδομάδα, ὡς τὸ ἀρχαῖον διέδειξεν, καὶ αὐτὴν τὴν τριήμερον, τὴν δὲ ἰσημερίαν περὶ τὸν χρόνον τοῦ πάσχα, ὡς ἂν συνερχομένην.
Ὁ μὲν σωτὴρ τὸ κυριώτατον πάσχα ἐπιδειξάμενος ἀποτρόπαιον τῶν ἐπηρτημένων ἡμῖν κακῶν καὶ δαιμόνων καὶ εἰδωλολατρείας καὶ πάσης λύμης ἀπέφηνε καὶ ἐλευθέραν τὴν φύσιν ἡμῶν πρὸς τὴν τῆς μακαριότητος ἐπανάληψιν ἀπειργάσατο· ἐπειδὴ δὲ προσέταξεν ἐπὶ τῶν χρόνων καὶ τοῦ πάθους γινόμενος καὶ ἡμᾶς τοῦτο μιμουμένους ποιεῖν ἐπὶ συμβόλοις οἷς ἔδωκε φήσας· 〈«Τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν»〉, εἰκότως καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐπὶ τῆς αὐτῆς ἀναμνήσεως μετ᾽ ἰσημερίαν γινόμενοι εἰς σωτηρίαν πάντων ἡμῶν καὶ ἀποτροπὴν τῶν ἐπιγινομένων κακῶν καὶ τῶν οὐρανίων χαρίτων μετάληψιν τὸν σωτῆρα μιμούμενοι τὸ πάσχα ἀνύομεν ἐπὶ φανοτάτῃ φαιδρότητι τοῦ παντός. Διὰ ταύτην τὴν αἰτίαν τὴν τῶν αἱρετικῶν ἄγνοιαν καὶ τὴν τῶν Ἰουδαίων ἐπὶ τῷ τοῦ πάσχα μυστηρίῳ ἀπεδυσάμεθα, παραλαμβάνοντες ἀεὶ πρὸς τοῦτο ἰσημερίαν καὶ ζητοῦντες τὴν μετ᾽ ἰσημερίαν τεσσαρεσκαιδεκάτην καὶ οὕτω παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν τὴν τοῦ κυρίου ἐπώνυμον, καθὰ πολλάκις ἐρρήθη, διὰ τὸ αὐτὸν τὸν κύριον ταύτας τὰς προθεσμίας τετηρηκέναι ἐπὶ τὸ δεῖξαι τὸ τοῦ προβάτου αἴνιγμα, ὃ δὴ ὁ νόμος πάσχα ἐκάλει, ἐπ᾽ αὐτοῦ τελεσθὲν εὐκαίρως ἀντεισαχθέντος.
Ὅρα δή, ἄδελφε, τὴν ἀνάγκην τοῦ πράγματος εἰς δεῖξιν τῆς ἀληθείας. Ἐκέλευσε Μωϋσῆς πρώτῳ μηνὶ τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πρόβατον σφαγιάζεσθαι, ὃ δὴ τύπον τοῦ σωτῆρος οἱ προφῆται ἐβόων, ὅθεν δὴ καὶ παρέλαβον αὐτῷ τῷ σωτῆρι καὶ ἔλεγον· 〈«Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν»〉, διὸ θεασάμενος τοῦτον ὁ πρόδρομος Ἰωάννης ἐβόα· 〈«Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»〉.
Ἐπεὶ οὖν ἀκόλουθον ἦν παρελθόντος τοῦ ἐναργοῦς παυθῆναι τὸν τύπον, οὐκ ἄλλην προθεσμίαν ἐν ἄλλῃ ᾔτησεν ὁ Χριστὸς ἢ τὴν τοῦ προβάτου σφαγήν, ὡς ἂν τὴν ἀντεισαγωγὴν ἐπιδείξειεν. Διὰ τοῦτο συνάπτει μὲν πάντας τοὺς χρόνους, ὡς εἶπον, καὶ συντρέχει τῇ παρασκευῇ ἡ τεσσαρεσκαιδεκάτη· καί, νόμου κελεύοντος 〈«πρὸς ἑσπέραν»〉 καὶ 〈«ἀνὰ μέσον τῶν ἑσπερινῶν»〉 τὸ πρόβατον σφάζεσθαι, καὶ ἡμέραν καὶ ὥραν τῆς σφαγῆς ἐπιτηρεῖ ὁ σωτήρ, ἡμέραν μὲν τὴν παρασκευήν, ἐν ᾗ ἐκτίσθη ὁ ἄνθρωπος, ὥραν δὲ τὴν ἐννάτην, καὶ 〈περὶ〉 αὐτὴν τὴν 〈ἐννάτην〉 ἐπὶ σταυροῦ ἀποπνεῖ. 〈«Πρὸς ἑσπέραν»〉 μὲν γὰρ ἀπὸ τῆς ἑβδόμης ὥρας εἶναι φασὶ μετὰ τὴν ἕκτην, τὸ δὲ 〈«ἀνὰ μέσον τῶν ἑσπερινῶν»〉, εἰ ἀπὸ ἑβδόμης ἄρξαιο, τὸ κέντρον τῆς ἐννάτης τετελεσμένον ἐστίν, ἐν ᾗ καὶ οἱ σοφοὶ τῶν Ἑβραίων ἱστοροῦσι τὸ πρόβατον θύεσθαι. Ἐν ταύτῃ οὖν τῇ ὥρᾳ τῆς σφαγῆς τοῦ προβάτου κατὰ τὴν παρασκευὴν ὁ σωτὴρ ἀποδοὺς τὸ πνεῦμα καὶ τὴν ἀντεισαγωγὴν τοῦ αἰνίγματος ἐπεδείξατο καὶ τὴν ἀνακεφαλαίωσιν διὰ τῆς τῶν χρόνων ἁρμονίας σαφῶς ἐποιήσατο. Καὶ τοσαύτη ἦν ἡ ἀνάγκη τῆς ἀντεισαγωγῆς, ὥστε ἑορτῆς οὔσης τοῦ πάσχα οὐκ ἠδυνήθησαν Ἰουδαῖοι εἰς τιμὴν τῆς ἑορτῆς μεταθεῖναι τὸ ἄγος, ὃ δὴ καὶ ἄλλοι ἂν ἐποίησαν, ἀλλ᾽ ἅπαξ πρὸς τὸν φόνον ἑκουσίως ὁρμήσαντες ἔσχον τὴν δίκην συγχρωμένην τῇ ὁρμῇ, ὡς οὐκ ᾔδεσαν, πρὸς τὴν τῆς ἀντεισαγωγῆς φανοτάτην ἐκκάλυψιν.
Τηρεῖται δέ σοι καὶ τῆς πλησιφαοῦς σελήνης ἡ κατὰ τὸ πάθος αἰτία, ὅτι, ἐπείπερ ἤμελλεν ὁ ἥλιος τοῦ τοιούτου γινομένου κατὰ τοῦ σωτῆρος ἄγους σκοτίζεσθαι ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης καὶ τὰς ἑαυτοῦ ἀκτῖνας καθάπερ ὀφθαλμοὺς ἀναστρέφειν, ἵνα μὴ ἴδῃ τὸ ἄγος, ἡ πλησιφαῆς 〈πρὸς〉 τὸ πάθος ὡρίσθη, ὡς ἂν μὴ ἔκλειψις ἡλίου καθ᾽ ὑποδρομὴν σελήνης τοῖς Ἕλλησι νομισθῇ, ἀλλ᾽ ἐπὶ τοσοῦτον διεστηκυίας αὐτῆς τοῦ ἡλίου ἀνάγκη 〈ἐπὶ〉 τοῦ παθόντος ὁμολογηθῆναι συμβῆναι τὸ σκότος τὸ 〈«ἀπὸ τῆς ἕκτης ὥρας»〉 κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν ἐπὶ τῷ τοῦ σωτῆρος πάθει γινόμενον. Καὶ προφητικῶς ἄνωθεν προλαβὼν ἐβόα· φησὶ γοῦν Ἀμώς· 〈«Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς»〉· καὶ ἐπειδὴ ἤμελλεν ἡ ἡμέρα αὕτη μερίζεσθαι φωτὶ καὶ σκότει, Ζαχαρίας αὖθις ἄλλος προφήτης φησίν· 〈«Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς»〉, καὶ ὅλην αὐτὴν ἀμφίβολον ποιεῖ τῇ παρὰ μέρος διαδοχῇ τοῦ σκότους καὶ τοῦ φωτός.
Καὶ ἐπειδὴ ὁ προφήτης ἐβόα ὅτι σκοτισθήσεται ὁ ἥλιος μεσημβρίας καὶ ἐνίοτέ τινες ἤμελλον ἀπιστεῖν εἰ ἀληθῶς γέγονε τοῦτο ἐπὶ τοῦ σωτῆρος ἢ οὐ, ἔστιν ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς ἄρτι ὁρώμενον μέγα τεκμήριον, ἵνα ἐκ τοῦ τεκμηρίου τὴν ἀποκατάστασιν βλέπων ζητήματος ἀπαλλάττοιο. Τί οὖν παρακολουθεῖ σήμερον; Ἵνα δειχθῇ ἡ δεσποτικὴ φωνὴ πρὸς Ἰουδαίους ἀπειλῶν, φησὶν ὁ Ἀμὼς τὸ πάθος τοῦ σωτῆρος τοῦ ἀγαπητοῦ τοῦ θεοῦ προβαλλόμενος καὶ τὴν αὐτῶν παρανομίαν ἀντιτιθείς· 〈«Δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβάσω ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτοὺς ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾽ αὐτῶν ὡς ἡμέραν ὀδύνης»〉. Τοῦ γὰρ δῦναι τὸν ἥλιον μεσημβρίας σημεῖα τέθεικε μεταστροφὴν τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, καὶ ταῦτα πάντα διὰ τὸν ἑαυτοῦ ἀγαπητὸν ἔφη ὁ θεὸς ποιήσειν· τοιοῦτον γὰρ πένθος, φησίν, ἔσται καὶ τοιαύτη ἀνάγκη δίκης, οἷα ἀναλογήσει πρὸς τὴν τοῦ ὑβρισθέντος ἀγαπητοῦ ἀξίαν.
Ὅρα τοίνυν· εἰ μή, ἐξ οὗ πέπονθεν ὁ σωτήρ, παρακολουθεῖ τὰ πάθη, εἰ μὴ μετεστράφησαν εἰς πένθος αἱ ἑορταὶ αὐτῶν, εἰ μὴ αἱ ᾠδαὶ αὐτῶν εἰς θρῆνον, οὐκ ἔδυ ὁ ἥλιος μεσημβρίας· εἰ δὲ συνορᾷς τὸ μέγα θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ᾽ ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας· τοῦτο γὰρ σημαίνει τὰ εἰρημένα. Διετῆ γοῦν χρόνον ὁ πόλεμος καὶ τοὺς Ἰουδαίους ἐπὶ πένθει ἀνάλωσε καὶ ἄχρι τῆς σήμερον τῆς Ἰουδαίας τὸ πένθος παρέτεινεν. Ποῦ γὰρ ὁ ναός; ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ βασιλεία; ποῦ τὸ ὁρμητήριον; ποῦ ἡ τοῦ νόμου πόλις; Πάντα οἴχεται, πάντα ἀπέσβη, πάντα ἐκ βάθρων ἦρται 〈καὶ〉 δύναντος τοῦ ἡλίου εἰς πένθος μετέβαλεν.
Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ᾽ ἕκαστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, — παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρακτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα. Ἐν ὅλαις γὰρ ταῖς προθεσμίαις ταύταις τοῦ Χριστοῦ παθόντος, ἀνάγκη καὶ ἡμᾶς ὡσαύτως ποιεῖν τὸ πάσχα ὅση δύναμις, καί, εἴ τι ἂν τούτων λείποι, σκάζει κινδυνωδῶς ἡ μίμησις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.