Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα
Η λαμπρότητα της Ανάστασης και η κατάλυση του θανάτου
Αναφορά στη νίκη κατά του θανάτου, ο οποίος καθίσταται ακούσιος ευεργέτης, και στην τριήμερη έγερση του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η λαμπρότητα της Ανάστασης και η κατάλυση του θανάτου
Αναφορά στη νίκη κατά του θανάτου, ο οποίος καθίσταται ακούσιος ευεργέτης, και στην τριήμερη έγερση του Χριστού.
Τοῦ αὐτοῦ (Jo. Chrysostomi) λόγος εἰς τὸ ἅγιον Πάσχα. Εὐλόγησον· πάτερ. Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος, ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν. Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανάτου κεχαλίνωται στόμα, οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσκαιρον γελῶσι τὸν θάνατον, μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν. Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός» εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».
Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος, ἀλλ᾽ εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος· ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέτερα, καταλύσει τὰ ἴδια. Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν. Καὶ τίς αὐτὸ(ν) εἰς τὴν ἀντίστροφον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ καὶ βλάπτων χαρίζηται; Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ· «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» «Λύσατε τὸν ναὸν τοῦτον», οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ᾽ ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα· αὐτὸς γὰρ πεσὼν ἀναστήσεται, ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται· «Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον.» «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ, ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ᾽· Ἐγὼ ἐγερῶ αὐτόν· ἐγὼ δι᾽ ἐμαυτοῦ αὐθεντῶ οὐ κελευόμενος. Διὰ τί δὲ μὴ παραχρῆμα, ἀλλὰ μετὰ τρεῖς ἡμέρας; Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας· Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ. «Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας». Ἥλιος γὰρ διασκεδάζει γνόφον, διώκει δὲ νύκτα φωτοφόρος ἡμέρα· τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκοχίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.