Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η βρώση του Πάσχα και η μυστηριακή κοινωνία

Η πνευματική ερμηνεία των αζύμων, των πικρίδων και του τρόπου παρασκευής του κρέατος, σε συνάρτηση με την ορθή προσέλευση στη Θεία Ευχαριστία και τον αγιασμό των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τοιοῦτον μὲν δὴ τὸ τῆς χρίσεως μυστήριον· μετὰ δὲ τὴν χρῖσίν ἐστιν ἡ βρῶσις, εἰσοικίζουσα τὸ σῶμα τὸ θεῖον εἰς ἡμᾶς καὶ ἀναμιγνῦσα πρὸς ἕνωσιν· 〈«Φάγονταί»〉 φησι 〈«τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρί»〉. Νὺξ ὁ παρὼν οὗτος αἰών· 〈«Ἡ νὺξ προέκοψε»〉 Παῦλός φησι· διὰ πυρὸς ἡ τοῦ ἁγίου μετάληψις σώματος, τουτέστι δι᾽ ἐμπύρου καὶ ζεούσης σπουδῆς. 〈«Τῷ πνεύματί»〉 φησι 〈«ζέοντες»〉, καὶ 〈«Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»〉 λέγει 〈«καὶ τί θέλω εἰ ἤδη ἀνήφθη»〉;

Ὥσπερ δὲ τὸ πῦρ ἐμφανιστικὸν τῆς ζεούσης σπουδῆς εἰς τὴν ἀπόλαυσιν τῶν κρεῶν παραλαμβανομένων, οὕτως ἄζυμα τῆς ἁπλότητος καὶ αἱ πικρίδες τῶν ἐπακολουθουσῶν θλίψεων· 〈«Ἄζυμα»〉 γάρ φησι 〈«ἐπὶ πικρίδων ἔδονται»〉.

Ἁπλοῦς ὁ τρόπος καὶ ἀκακοποιής, τὸ παλαιὸν ἐκεῖνο καὶ πανοῦργον ἀποτιθέμενος, ὡσπερεὶ ζύμην, τὸ δὲ νέον καὶ ἀπάνουργον ἀνειληφώς, ἵν᾽ ἄζυμος ᾖ· 〈«Τὸ πάσχα γὰρ ἡμῶν»〉 φησιν 〈«ἐτύθη Χριστός, ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας»〉· πικρὸν δὲ αἱ θλίψεις, 〈«ἀλλὰ καὶ ἐν ταῖς θλίψεσί»〉 φησι 〈«καυχώμεθα, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν»〉, ὥστε προσιέμεθα τὴν θλίψιν ἐν ἡδύσματος τρόπῳ διὰ τὴν ἐλπίδα τὴν ἐξ αὐτῆς καὶ τὴν βασιλείαν.

Ἀπαγορεύει δὲ τὸ πρόσταγμα μὴ ἐσθίειν ἀπὸ τῶν κρεῶν 〈ὠμόν〉· τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι᾽ ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι· παρά γε ἡμῖν καὶ μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει· ἀμετάληπτον γὰρ καθίσταται τοῖς ἀργῶς αὐτὸ μεταχειριζομένοις καὶ μὴ δι᾽ ἔργων ἀγαθῶν τῆς πρὸς αὐτὸ συγκράσεως ἀντιποιουμένοις· 〈«Ἡ πίστις»〉 φησὶ 〈«χωρὶς ἔργων νεκρά ἐστι»〉, καὶ διὰ τοῦτο τοῖς ἀργῶς διακειμένοις ἐπιφέρονται θλίψεις 〈«πρὸς τὸ συμφέρον»〉, ὡς ὁ Παῦλός φησι, ἵνα μεταλαμβάνωσι τῆς ἁγιότητος αὐτοῦ.

Ἀργίαν δὲ ἐμποιεῖ περὶ τὰ πνευματικὰ ἔργα τὸ φιλήδονον τῆς σαρκός· διόπερ ἑτέρῳ συμβόλῳ τοῦτο δηλῶν ὁ νομοθέτης ἀπαγορεύει καὶ 〈«ἑψημένον ὕδατι»〉 φαγεῖν· πρὸς ἡδονὴν γὰρ τῆς βρώσεως τὸ ἑψόμενον παρασκευάζεται, μεθ᾽ ἡδονῆς δὲ τὴν θείαν τροφὴν οὐκ ἔστιν ὑποδέξασθαι· οὐ γὰρ ἀναμίγνυται τρόπῳ σαρκικῷ δύναμις πνευματική.

Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ᾽ 〈«ὀπτὰ πυρὶ»〉 μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος. 〈Τὸ φιλήδονον οὐ φιλόθεον〉, ὡς ὁ Παῦλός φησι, καὶ 〈«ὧν ὁ θεὸς ἡ κοιλία»〉, τούτοις οὐκ ἔστι θεὸς ὁ θεός· οὐδὲ οἱ τὴν εὐχαριστίαν εἰς πολυτελεῖς εὐωχίας μετατιθέντες ἀπόδεκτοι παρὰ τῷ ἀποστόλῳ, βρώσεως πολλῆς καὶ ποικίλης καὶ πόσεως ὑπόθεσιν ποιούμενοι τὴν ἁγιαστικὴν κοινωνίαν, πρὸς οὓς ὁ Παῦλός φησι· 〈«Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοῦς μὴ ἔχοντας· Τί εἴπω ὑμῖν; Ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ»〉· φησὶ δὲ ἐκ ταύτης τῆς ἀνεπιτηδεύτου χρήσεως περὶ τὸ ἅγιον βρῶμα συμβαίνειν αὐτοῖς τοὺς πειρασμούς, ὅτι μὴ ἁγίως τῷ ἁγίῳ προσιᾶσι· 〈«Διὰ τοῦτο»〉 γὰρ 〈«ἐν ὑμῖν»〉 φησι 〈«πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.

Εἰ δὲ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.»〉 Ἀσεβείας γὰρ ὑπεύθυνοι τῆς εἰς τὸν κύριον οἱ μὴ παρέχοντες ἐπιτήδειον τὸ σῶμα πρὸς τὴν ἀνάκρασιν τοῦ σώματος αὐτοῦ, ὅπερ ἡμῖν ἔδωκεν ἵνα πρὸς αὐτὸ κιρνάμενοι πρὸς τὸ πνεῦμα τὸ ἅγιον ἀνακιρνώμεθα, ἐπεὶ καὶ διὰ τοῦτο ὅλως εἰς σῶμα ἔδωκεν ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ 〈«σὰρξ ἐγένετο»〉 κατὰ τὴν εὐαγγελικὴν φωνήν, ἵν᾽ ἐπειδὴ μετάσχειν ὡς λόγου μὴ οἷόν τε ἡμῖν, ὡς σαρκὸς μετάσχωμεν αὐτοῦ, τῇ πνευματικῇ σαρκὶ τὴν ἡμετέραν οἰκειώσαντες καὶ τῷ πνεύματι τὸ πνεῦμα κατὰ δύναμιν, ὡς ἂν ὁμοιώματα Χριστοῦ κατασταίημεν, ναοὶ τοῦ πνεύματος γενόμενοι, καθά φησιν ὁ ἀπόστολος· 〈«Ναοὶ τοῦ θεοῦ ἐστε»〉, καὶ 〈πάλιν〉· 〈«Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;»〉 καὶ διὰ τῆς ἀναμίξεως τῆς πρὸς τὸ πνεῦμα τοῦ Χριστοῦ σώματα γίνεται καὶ περιέπειν 〈«ἐν ἁγιασμῷ»〉, ταῦτα δὴ περιέποντας ὡς μέλη Χριστοῦ· 〈«Οὐκ οἴδατε»〉 γάρ φησιν 〈«ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη;