Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον βάπτισμα τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Οι θεολογικές αιτίες του βαπτίσματος του Χριστού

Ανάλυση των λόγων για τους οποίους βαπτίστηκε ο Κύριος, με έμφαση στη δημόσια φανέρωσή Του, την εκπλήρωση του νόμου και την κάθοδο του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἵνα καὶ δι᾽ αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι᾽ ἁμαρτίας ἐβαπτίσατο, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας· ἑκατέρων γὰρ τούτων ἔρημον ἐκεῖνο τὸ βάπτισμα, καθάπερ οὖν καὶ ἀπεδείξαμεν. Καὶ ὅτι μὲν οὔτε δι᾽ ἄφεσιν ἁμαρτημάτων, οὔτε διὰ Πνεύματος χορηγίαν ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, δῆλον ἐκ τούτων· ἵνα δὲ μὴ νομίσῃ τις τῶν τότε παρόντων, ὅτι ἐπὶ μετανοίᾳ, καθάπερ οἱ λοιποὶ, παραγίνεται, ἄκουσον καὶ τοῦτο πῶς ὁ Ἰωάννης προδιωρθώσατο.

Ὁ γὰρ τοῖς ἄλλοις λέγων, Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, ἄκουσον τί τούτῳ φησίν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με; Τοῦτο δὲ ἔλεγε δηλῶν ὅτι οὐ διὰ τὴν αὐτὴν τοῖς πολλοῖς χρείαν παρεγένετο πρὸς αὐτόν· καὶ ὅτι τοσοῦτον ἀπέχει διὰ τοῦτο βαπτίζεσθαι, ὅτι καὶ αὐτοῦ τοῦ Βαπτιστοῦ πολλῷ μείζων ἦν, καὶ ἀσυγκρίτως καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτίζετο, εἰ μήτε ἐπὶ μετανοίᾳ, μήτε ἐπὶ ἁμαρτημάτων ἀφέσει, μήτε ἐπὶ Πνεύματος χορηγίᾳ τοῦτο ἐποίει; Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε. Τίνα οὖν φησιν ὁ Ἰωάννης αἰτίαν τοῦ βαπτίσματος εἶναι τούτου; Ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καθὼς καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν· τοῦτο ἦν τὸ κατόρθωμα τοῦ βαπτίσματος.

Τὸ μὲν γὰρ εἰς τὴν ἑκάστου περιιέναι οἰκίαν, καὶ ταῖς θύραις προσιόντα καλεῖν ἔξω καὶ λέγειν κατέχοντα τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὕποπτον ἐποίει τὴν μαρτυρίαν καὶ σφόδρα ἐργῶδες ἦν· τὸ δὲ λαβόντα πάλιν εἰς τὴν συναγωγὴν εἰσελθεῖν καὶ δεικνύειν, καὶ τοῦτο αὐτὸ ὁμοίως ὕποπτον ἐποίει τὴν μαρτυρίαν πάλιν· τὸ δὲ τῶν δήμων ἁπάντων ἐξ ἑκάστης πόλεως ἐκχυθέντων ἐπὶ τὸν Ἰορδάνην, καὶ περὶ τὰς ὄχθας διατριβόντων τοῦ ποταμοῦ, ἐλθόντα καὶ αὐτὸν ἐπὶ τὸ βαπτισθῆναι, δέξασθαι τὴν ἄνωθεν σύστασιν τὴν διὰ τῆς φωνῆς τοῦ Πατρὸς, τὴν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος τῆς ἐν εἴδει περιστερᾶς, ἀνύποπτον ἐποίει γενέσθαι τὴν Ἰωάννου τὴν ἐπ᾽ αὐτῷ μαρτυρίαν. Διὰ τοῦτο, Κἀγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀξιόπιστον τὴν ἑαυτοῦ καθιστῶν μαρτυρίαν.

Ἐπειδὴ γὰρ συγγενεῖς ἦσαν ἀλλήλων κατὰ σάρκα (Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν, τῇ Μαριάμ φησιν ὁ ἄγγελος περὶ τῆς μητρὸς Ἰωάννου· εἰ δὲ αἱ μητέρες συγγενεῖς ἦσαν, εὔδηλον ὅτι καὶ τὰ παιδία)· ἐπεὶ οὖν συγγενεῖς ἦσαν, ἵνα μὴ διὰ τὴν συγγένειαν δόξῃ μαρτυρεῖν τῷ Χριστῷ, ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις πᾶσαν τὴν πρώτην ἡλικίαν ἐν ἐρήμῳ τὸν Ἰωάννην διάγειν, ἵνα μὴ διὰ φιλίαν ἢ ἐκ κατασκευῆς τινος τοιαύτης ἡ μαρτυρία γίνεσθαι δόξῃ, ἀλλ᾽ ὡς παρὰ τοῦ Θεοῦ μαθὼν, οὕτως αὐτὸν καταγγείλῃ.

Διὰ τοῦτό φησι· Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Πόθεν οὖν ἔμαθες; Ὁ πέμψας με, φησὶ, βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπε. Τί σοι εἶπεν; Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτὸν, αὐτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι διὰ τοῦτο ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτῆσαν, ἀλλ᾽ ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινὶ τῇ πτήσει πᾶσιν αὐτὸν γνώριμον ποιοῦν; Διὰ τοῦτο τοίνυν ἦλθεν ἐπὶ τὸ βάπτισμα.

Καὶ δι᾽ ἑτέραν δὲ αἰτίαν, ἣν αὐτός φησι· ποίαν δὴ ταύτην; Τοῦ Ἰωάννου εἰπόντος, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; αὐτὸς ἀπεκρίνατο λέγων· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

Εἶδες εὐγνωμοσύνην οἰκέτου; εἶδες ταπεινοφροσύνην Δεσπότου; Τί ποτέ ἐστι τὸ, Πληρῶσαι πᾶσαν δικαιοσύνην; Δικαιοσύνη λέγεται τῶν ἐντολῶν πασῶν ἡ πλήρωσις· ὥσπερ ὅταν λέγῃ· Ἦσαν ἀμφότεροι δίκαιοι πορευόμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἄμεμπτοι. Ἐπεὶ οὖν ἔδει πληρῶσαι τὴν δικαιοσύνην ταύτην τοὺς ἀνθρώπους ἅπαντας, οὐδεὶς δὲ αὐτὴν ἀπήρτισεν οὐδὲ ἐπλήρωσεν, ἐλθὼν ὁ Χριστὸς πληροῖ τὴν δικαιοσύνην ταύτην.

δʹ. Καὶ ποία δικαιοσύνη, φησὶ, τὸ βαπτισθῆναι; Τὸ τῷ προφήτῃ πεισθῆναι δικαιοσύνη ἦν. Ὥσπερ οὖν περιετέμνετο, καὶ θυσίαν ἀνήνεγκε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπλήρωσεν Ἰουδαϊκὰς, οὕτω καὶ τοῦτο τὸ λειπόμενον προσέθηκε, τὸ πεισθῆναι προφήτῃ βαπτίζοντι. Ὅτι γὰρ Θεοῦ βούλημα ἦν τὸ βαπτίζεσθαι πάντας τότε, ἄκουσον τί φησιν ὁ Ἰωάννης· Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι· καὶ πάλιν ὁ Χριστὸς, Οἱ τελῶναι καὶ ὁ ὄχλος ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

Εἰ τοίνυν τὸ τῷ Θεῷ πείθεσθαι δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν καὶ τοῦτο ἐπλήρωσεν ὁ Χριστός. Ὑπόθου τοίνυν διακόσια δηνάρια τοῦ νόμου τὰς ἐντολὰς εἶναι· τοῦτο τὸ χρέος ἔδει τὸ γένος τὸ ἡμέτερον καταβαλεῖν· οὐ κατεβάλομεν· κατεῖχεν ἡμᾶς ὁ θάνατος ὑπευθύνους ὄντας τοῖς ἐγκλήμασι τούτοις. Ἐλθὼν ὁ Χριστὸς καὶ εὑρὼν ἡμᾶς κατεχομένους, κατέβαλε τὸ χρέος, ἐπλήρωσε τὸ ὄφλημα, ἐξήρπασε τοὺς οὐκ ἔχοντας δοῦναι. Διὰ τοῦτο οὐκ εἶπε, Πρέπον ἐστὶν ἡμῖν ποιῆσαι τὸ καὶ τὸ, ἀλλὰ, Πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐμοὶ τῷ Δεσπότῃ πρέπον ἐστὶ, φησὶ, τῷ ἔχοντι, καταβαλεῖν ὑπὲρ τῶν οὐκ ἐχόντων. Αὕτη ἡ αἰτία τοῦ βαπτίσματος, ἵνα δόξῃ τὸν νόμον ἅπαντα πληροῦν, καὶ αὕτη, καὶ ἡ πρὸ ταύτης εἰρημένη. Διὸ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κάτεισιν· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερά.

Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερὰ, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι (δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι), τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον· καθάπερ καὶ ὁ Χριστός φησιν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκείνη μὲν οὖν ἡ κιβωτὸς, τοῦ χειμῶνος λυθέντος, ἔμεινεν ἐπὶ τῆς γῆς· αὕτη δὲ ἡ κιβωτὸς, τῆς ὀργῆς λυθείσης, εἰς τὸν οὐρανὸν ἡρπάζετο, καὶ νῦν ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς τὸ ἄμωμον ἐκεῖνο καὶ ἀκήρατον σῶμα.