Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀνέβη ὁ κύριος εἰς τὸ ἱερόν

Ἰωάννης ὁ Χρυσόστομος

Ο Μελχισεδέκ ως τύπος του Χριστού και η αναίμακτη θυσία

Ερμηνεία των τυπολογικών στοιχείων του Μελχισεδέκ, αναφορά στην αναίμακτη θυσία κατά την τάξη του, και δοξολογικός επίλογος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται ὁ Μελχισεδέκ; Ἀλλ᾽ ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ.

Διὰ τοῦτο ἡ Γραφὴ παρέλιπε τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγενεαλόγητον αὐτὸν διηγήσατο, ἵνα ἐν ἐκείνῳ, καθάπερ εἰκόνι, τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον τὸν Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ Χριστὸς ἐπὶ γῆς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ Πνεῦμα, κατὰ τὴν θεότητα. Τοιοῦτός ἐστι καὶ ὁ Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Οὐ γὰρ ἐγενεαλόγησε τὸν Μελχισεδὲκ ἡ Γραφὴ, ἀλλὰ παρέλιπεν αὐτοῦ καὶ τὴν γέννησιν καὶ τὴν τελευτὴν, ἵνα, καθὼς προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν τὸν ἀληθινὸν Μελχισεδέκ. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται ὁ Μελχισεδὲκ, ὅς ἐστι Χριστὸς, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Οὔτε γὰρ ἀρχὴν ἡμερῶν ὁ Θεὸς Λόγος εἶχεν, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν· εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει. Ἀντιλέγουσι γὰρ ἡμῖν οἱ Μελχισεδεκιανοὶ λέγοντες, Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐτὸν ὁ Πατὴρ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ; Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ. Προφητικῷ τοίνυν Πνεύματι κινούμενος, τὴν μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νῦν νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος τὸν μέλλοντα Χριστόν.

Ἐπειδὴ οὖν ἐν τῇ τῶν Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσέφερεν, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς καὶ ἐναίμοις θυσίαις ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν βοᾷ καὶ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἀρνάσι καὶ ἐναίμοις θυσίαις λατρεύοντος, ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές. Ἀλλ᾽ ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐρεσχελεῖν μηκύνοντες τὸν λόγον, ἐνταῦθα στήσαντες τὸν λόγον, τῇ τῶν πατέρων πηγῇ τῆς διδασκαλίας παραπέμψομεν ὑμᾶς, οἵτινες καὶ τὴν δίψαν τῆς ψυχῆς ὑμῶν καταπαύσωσι, καὶ τὰς καρδίας ὑμῶν εὐφράνωσι, Πνεύματος ἁγίου πληροῦντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.