γʹ. Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο! ἀλλὰ πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ. Ὁ μὲν γὰρ ἁλιεὺς, ἐὰν μὴ ἴδῃ θάλατταν, οὐχ ἁπλοῖ τὰ δίκτυα. Ἐπειδὴ δὲ οὗτος οὐκ αἰσθητὸς, ἀλλὰ νοερὸς, καὶ ἐν πλοίῳ ἡλίευε, καὶ ἐν ὄρει, καὶ ἐν πηγαῖς, καὶ ἐν ὁδοῖς, καὶ ἐν λειμῶσι, καὶ ἐν ποταμοῖς, καὶ οὐδεὶς τόπος κώλυμα ἐγένετο τῇ τέχνῃ Ἀλλ᾽ ὅπερ ἔλεγον· κἂν γὰρ πολλὰς ποιήσωμαι τὰς διεξόδους, τοῦ ζητήματος οὐκ ἀποστήσομαι. Τί οὖν ἐστιν; Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν, ὡς ἐπιτάττειν τῷ διαβόλῳ, καὶ ὅρους αὐτῷ τιθέναι, καὶ μέτρον τοῦ σκάμματος· οὗτος τῷ διαβόλῳ παραδίδοται; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Πατεῖτε Ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ; τί οὖν ἐστι τὸ εἰρημένον, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ; Ὅλη ἡ ἄγνοια ὡς ἐπὶ πολὺ ἐντεῦθεν γίνεται τοῖς πολλοῖς, ἐκ τοῦ μὴ εἰδέναι τὰ ἰδιώματα τῶν λέξεων, μηδὲ τὰς ἑρμηνείας αὐτῶν. Τὸ, κολαφίζειν, τινὲς ἐπὶ κεφαλῆς ἔλαβον μόνον· κολαφισμὸς δὲ λέγεται κάκωσις, ταπείνωσις. Ἐκολάφισεν αὐτὸν ἐχθρὸς αὐτοῦ, Ἐταπείνωσε· Τόδε τὸ πρᾶγμα, ἐκολάφισεν, ἀντὶ τοῦ, Ἐταπείνωσεν· οὐ μόνον γὰρ ἐπὶ κεφαλῆς λέγεται.