Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἀρκεῖ σοι ἡ χάρις μου»

Ἰωάννης ὁ Χρυσόστομος

Η αποστολική πρεσβεία και οι θλίψεις του Αποστόλου Παύλου

Περιγραφή του έργου των Αποστόλων ως πρεσβευτών του Χριστού, της πνευματικής κατάστασης της οικουμένης και των συνεχών διωγμών και ικεσιών του Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

δʹ. Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ Παῦλον ἀνθρώπινα πάσχοντα. Ἐπειδὴ γὰρ ὁ Χριστὸς ἀνέβη, καὶ τὸ κήρυγμα αὐτοῖς ἐνεχείρισε καὶ τὴν πρεσβείαν τὴν καλήν. Ὁ γὰρ Χριστὸς πρεσβευτὴς ἦλθε πρὸς ἡμᾶς παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς πρεσβεῦσαι εἰρήνην. Πόλεμος γὰρ ἦν ἀνθρώποις πρὸς τὸν Θεόν· καὶ ἔπεμψε πρεσβευτὴν, οὐ δοῦλον, ἀλλὰ Υἱόν. Ὢ κηδεμονία τοῦ ἀποσταλέντος! ὢ φιλανθρωπία τοῦ ἀποστείλαντος! Ἀποστείλαντος καὶ ἀποσταλέντος ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ᾽ οἰκονομίας συγκατάβασιν. Εἰ γὰρ καὶ μεθ᾽ ἡμῶν ἦν, ἀλλὰ καὶ παρὰ τῷ Πατρὶ ἦν. Καὶ Παῦλος λέγει· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Ὑπὲρ Χριστοῦ πρεσβεύεις;

Πάνυ. Καὶ ποῦ ὁ πρεσβευτής; Ἀπῆλθε. Ποῦ ἀπῆλθε; Πρὸς τὸν Πατέρα. Διὰ τί; Βλέπε πράγματα καινότερα. Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας· ἐὰν δὲ πάθοι τι ὁ πρεσβευτὴς, πόλεμος κινεῖται μέγας μεταξὺ τῶν ἐθνῶν. Ἐπὶ τοῦ Θεοῦ τὸ ἐναντίον ἐγένετο. Ἦλθε παρὰ τοῦ Πατρὸς πρὸς ἀνθρώπους, ἐσφάγη ὁ πρεσβευτὴς, καὶ τότε γέγονεν εἰρήνη.

Ἀλλ᾽ οἱ πρέσβεις ἐρχόμενοι δῶρα φέρουσι, καὶ δῶρα λαμβάνουσι. Τί οὖν; ποῖον ἦλθε φέρων δῶρον ἐμοὶ, καὶ τὸ δῶρον παράδοξον; Ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος, καὶ τὸ δῶρον παράδοξον. Τὸ αἷμα αὐτοῦ ἦλθε φέρων δῶρον, τὸ σῶμα αὐτοῦ ἦλθε φέρων δῶρον. Καὶ τί παρ᾽ ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τίς ταύτης μοι ἔδωκε χάριν; Ἐπίστευσα ἐγὼ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Εἶδες πραγμάτων εὐκολίαν; εἶδες καταλλαγῆς τάχος; Ὁ πρεσβευτὴς ἐπειδὰν ἔλθῃ πρὸς ἔθνος, οὐ καταξιοῖ ἀγοραίῳ ἤ τινι τῶν πενήτων διαλεχθῆναι, ἀλλ᾽ εὐθὺς ὄρθριος πρὸς βασιλέα εἰσέρχεται. Οὗτος ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ διελέχθη, λῃστῇ, καὶ μάγῳ, καὶ τελώνῃ. Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἱμάτιον τὸ ἐμὸν περιβεβλημένος, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος σοβήσῃ τὴν θήραν· ἀλλ᾽ ἦλθε πρὸς ἄνθρωπον ὡς ἄνθρωπος. Ἐπειδὴ τοίνυν ἦλθεν, ἀνήγαγεν ἡμῶν τὴν ἀπαρχὴν, καὶ καλέσας τοὺς ἀποστόλους, τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε· Λάβετε τὴν πρεσβείαν. Ἡμεῖς πῶς δυνάμεθα, δέομαί σου; Λάβετε Πνεῦμα ἅγιον. Σὺ ἐσφάγης, καὶ ἡμεῖς τί ἔχομεν παθεῖν; Λάβετε Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι, Μεθ᾽ ὑμῶν, ὅτι πρεσβεύω· οὐ γὰρ ἐγκατέλιπον ὑμᾶς. Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε. Καὶ τί θαυμάζεις, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ Πατὴρ πρεσβεύει;

Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Ὁ ὑβρισθεὶς παρακαλεῖ.

Ἵνα τί; Καταλλάγητε τῷ Θεῷ. Ὢ φιλανθρωπία! ὢ ἀγαθότης ἄφατος! Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν τοῖς ἀποστόλοις ἐνεχείρισε· τὰ δὲ πράγματα ἦν ἀδιόρθωτα, καὶ ἡ οἰκουμένη ἀκανθῶν ἔγεμε, καὶ ἀσέβεια ἐτυράννει, καὶ ἡ κακία ἐκράτει, καὶ βωμοὶ ἀνήπτοντο, καὶ κνίσσα ἐμόλυνε, καὶ αἵματα ἐξεχεῖτο, καὶ φύσις ἐπατεῖτο, καὶ ὠδῖνες κατεφρονοῦντο, καὶ νόμοι καὶ θεσμοὶ καινοὶ παρελύοντο, καὶ θυγατέρας αὐτῶν καὶ υἱοὺς αὐτῶν τοῖς δαιμονίοις ἔθυον· καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα· οἱ δὲ ἀπόστολοι πάντες ἦσαν δώδεκα, μᾶλλον δὲ ἕνδεκα· ὁ γὰρ εἷς θηριάλωτος γέγονεν· ἦσαν οὖν ἕνδεκα.

Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον· καὶ ὁ μὲν ἐνέβαλ[λ]ε, καὶ ἐμαστίγου· ὁ δὲ ἐλάμβανε, καὶ εἰς δεσμωτήριον εἷλκεν· ὁ δὲ ἐλάμβανε, καὶ εἰς τήγανα ἐνέβαλλεν, ὁ δὲ ἐσκανδάλιζε· καὶ μυρίοι πόλεμοι. Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Διάκονοι Χριστοῦ εἰσι;

Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτὸς, ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁ ἀδελφὸς ἔπιπτεν, οὗτος ἤλγει· ἐχθρὸς ἐπεβούλευ[σ]εν, οὗτος ἔπασχεν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ποῦ ἤμελλεν ἀρκεῖν τοῖς ἔξω, τοῖς ἔσω, ταῖς μάστιξι, ταῖς λύπαις, τῇ θαλάσσῃ, τοῖς κινδύνοις, τοῖς δεσμωτηρίοις, ταῖς ἀπαγωγαῖς, τηγάνοις, ἐπιβουλαῖς, δήμοις, βασιλεῦσιν, οἰκείοις, ἀλλοτρίοις, ψευδαδέλφοις ἐπιβουλεύουσιν, ἀδελφοῖς ἀσθενοῦσιν, ἀλλοτρίοις ἀπερχομένοις, τοῖς οἰκείοις, τοῖς σκελιζομένοις; ποῦ ἤρκει τὸ σῶμα; ποῦ ἤρκει ἡ ψυχή;

Ἅλυσιν περιέκειτο, δεσμωτήριον ᾤκει, ἐπιστολὰς ἔγραφεν· ἔνθεν ἐξεβάλλετο, ἐκεῖθεν ἐπεβουλεύετο· ἔνθεν ἄγγελοι Σατᾶν, ἐκεῖθεν ἄγγελος Σατᾶν, πολλοὶ ἄγγελοι τοῦ Σατᾶν, οἱ μὲν εἰς δεσμωτήριον, οἱ δὲ εἰς δικαστήρια. Οὐκ ἤρκει, ἀπώλλυτο, ἡ ψυχὴ διεκόπτετο. Τοὺς κύνας οὐχ ἑώρα, καὶ ἐδάκνετο, ἐπεβουλεύετο πανταχόθεν. Προσέρχεται τῷ Θεῷ, καὶ λέγει αὐτῷ· Δέομαί σου, ἀναπνεύσω μικρόν.

Ποῦ ἀρκέσω; Ὁ ἄγγελος τοῦ Σατᾶν βάλλει με, οἱ ἐχθροὶ, οἱ ἐπίβουλοι, οἱ Ἕλληνες, οἱ Ἰουδαῖοι, ψευδάδελφοι, ἀσθενεῖς ἀδελφοί· ὠδίνω, καὶ γίνεται ἔκτρωμα· οὐ γεννῶ; καὶ ἄλλοι ἐπιβουλεύουσι· σήμερον εἰς δεσμωτήριον, εἰς θάλασσαν αὔριον, μετ᾽ αὐτὰ εἰς πέλαγος, εἶτα εἰς λιμὸν, εἰς δῖψαν, εἰς γυμνότητα, εἰς τήγανα, εἰς καμίνους, εἰς ὁδούς. Ποῦ ἀρκέσω; Μία ψυχὴ, ἓν σῶμα. Δέομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι. Οὐδὲν αὐτῷ ὁ Θεὸς ἀπεκρίνατο. Προσῆλθεν αὐτῷ δεύτερον· Ἄνες μοι, δέομαί σου, ἀναπνεύσω μικρόν· ἄνθρωπός εἰμι εἷς, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας· ἄνθρωπός εἰμι εἷς, καὶ πάντες πανταχόθεν βάλλουσι βέλη. Προσῆλθεν αὐτῷ ἅπαξ, καὶ λέγει αὐτῷ· Δέομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι.

Οὐδὲν αὐτῷ ἀπεκρίνατο ὁ Θεός. Προσῆλθεν αὐτῷ δεύτερον ναυτιῶν· καθάπερ γὰρ παγκρατιαστὴς μυρίους ἔχων δάκνοντας καὶ βάλλοντας τὴν κεφαλήν. Οὐκ ἀπεκρίνατο αὐτῷ τὸ δεύτερον. Προσῆλθεν αὐτῷ τὸ τρίτον· τότε αὐτῷ ἀπεκρίνατο.