Οἱ δὲ καὶ πρὸ τούτου παρασχόντες ἑαυτοὺς ἀξίους τῆς τοῦ Παύλου θεραπείας, ἐννόησον τίνες ἐγένοντο, ἔτεσι δύο συνοικοῦντες αὐτῷ, καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ τρόπον στολῆς, καὶ εἰσόδους καὶ ἐξόδους, καὶ τἄλλα πάντα παρατηροῦντες. Ἐπὶ γὰρ τῶν ἁγίων οὐχὶ τὰ ῥήματα ταῦτα μόνον, οὐδὲ αἱ διδασκαλίαι καὶ αἱ παραινέσεις, ἀλλὰ καὶ ἡ λοιπὴ τοῦ βίου πᾶσα ἀναστροφὴ ἀρκοῦσα γένοιτ᾽ ἂν τοῖς προσέχουσι διδασκαλία φιλοσοφίας. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα. Εἰ γὰρ δεκατέσσαρας ἐπιστολὰς ἔχοντες μόνον, πανταχοῦ τῆς οἰκουμένης αὐτὰς περιφέρομεν, οἱ τὴν πηγὴν τῶν ἐπιστολῶν ἔχοντες, οἱ τὴν γλῶτταν τῆς οἰκουμένης, οἱ τὸ φῶς τῶν Ἐκκλησιῶν, οἱ τὸν θεμέλιον τῆς πίστεως, οἱ τὸν στῦλον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας, τίνες οὐκ ἂν ἐγένοντο ἀγγέλῳ τοιούτῳ συζῶντες; Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ δαίμοσιν ἦν φοβερὰ, καὶ τοσαύτην εἶχον ἰσχὺν, ἡ συνοίκησις αὐτοῦ πόσην οὐκ ἂν ἐπεσπάσατο Πνεύματος χάριν; Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύλου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ τὰ ὑποδήματα, οὐκ ἂν ἤρκεσεν αὐτοῖς εἰς ὑπόθεσιν κατανύξεως διηνεκοῦς;