Διὰ γὰρ τοῦτο χεῖρας ἔχομεν, ἵνα ἑαυτοῖς βοηθῶμεν, καὶ τοῖς τὰ σώματα πεπηρωμένοις ἐκ τῶν ἡμετέρων εἰσφέρωμεν τὰ κατὰ δύναμιν ἅπαντα· ὡς ἐάν τις ἀργῶν διατελῇ, κἂν ὑγιαίνῃ, τῶν πυρεττόντων ἐστὶν ἀθλιώτερος· οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου· οὗτοι δὲ καταισχύνοντες τὴν τοῦ σώματος εὐεξίαν, εἰκότως ἂν παρὰ πάντων μισοῦνται, ὡς καὶ τοὺς τοῦ Θεοῦ παραβαίνοντες νόμους, καὶ τῇ τραπέζῃ τῶν ἀσθενούντων λυμαινόμενοι, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν φαυλοτέραν ποιοῦντες. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι δέον οἴκοθεν καὶ παρ᾽ ἑαυτῶν τρέφεσθαι, τὰς ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ᾽ ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τῶν πάντων οὐδὲν, ὃ μὴ διὰ τῆς ἀργίας ἀπόλλυται. Καὶ γὰρ ὕδωρ, τὸ μὲν ἑστηκὸς σήπεται, τὸ δὲ τρέχον καὶ πανταχοῦ πλανώμενον τὴν ἀρετὴν διασώζει τὴν ἑαυτοῦ· καὶ σίδηρος, ὁ μὲν ἐν ἀργίᾳ κείμενος, ἁπαλώτερός τε καὶ φαυλότερος, ἰῷ πολλῷ δαπανώμενος, γίνεται· ὁ δὲ ἐν ἐργασίαις ὢν, πολὺ χρησιμώτερος καὶ εὐπρεπέστερος, ἀργύρου παντὸς οὐδὲν ἔλαττον ἀποστίλβων. Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν.