Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα Διδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ᾽ αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον, ὅτι αὐτοῖς μόνοις ταῦτα ἐπετέτακτο, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν. Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ᾽ ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν;