Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία των ευαγγελικών εντολών περί εφοδίων και αποστολικής πράξης

Εξέταση της φαινομενικής αντίφασης μεταξύ της εντολής του Χριστού για ακτημοσύνη και της χρήσης εφοδίων από τους αποστόλους, και ανάλυση της σταδιακής παιδαγωγίας και προετοιμασίας των μαθητών για τους διωγμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 9

Ἀλλὰ γὰρ ἃ μεταξὺ ἔλεγον, καὶ μετὰ ταῦτα εἰσῆλθεν, ἀναγκαῖον εἰς μέσον παραθεῖναι πολλὴν ἔχοντα τὴν ζήτησιν. Τί δὲ τοῦτό ἐστιν; Ἔλεγον, ὅτι καὶ ὁ τῶν ἀποστολικῶν ἱματίων στολισμὸς παρέχει πολλὴν ἡμῖν τὴν ὠφέλειαν· μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλθεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον εἰς τὴν ὁδόν· φαίνεται δὲ Πέτρος σανδάλια ἔχων.

Ὅτε γοῦν ὁ ἄγγελος καθεύδοντα αὐτὸν ἐξύπνισε, καὶ ἐξήγαγε τοῦ δεσμωτηρίου, φησίν· Ὑπόδησαι τὰ σανδάλιά σου, καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ Παῦλος δὲ Τιμοθέῳ γράφων λέγει· Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, φέρε ἐρχόμενος, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.

Τί λέγεις; ὁ Χριστὸς οὐδὲ ὑποδήματα ἐκέλευσεν ἔχειν, καὶ σὺ φελόνην ἔχεις, καὶ ἕτερος σανδάλια πάλιν; Καὶ εἰ μὲν τῶν εὐτελῶν τινες ἦσαν, καὶ τῶν οὐ πάντοτε τῷ Διδασκάλῳ πειθομένων, οὐκ ἦν ζήτημα τὸ λεγόμενον· ἐπειδὴ δὲ οἱ καὶ τὰς ψυχὰς ἑαυτῶν ἐπιδιδόντες, καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ μόνον τὰ ἐπιταττόμενα ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι, ἐνταῦθα δοκοῦσι παραβαίνειν αὐτοῦ τὸν νόμον. Ἀλλ᾽ οὐ παραβαίνουσιν.

Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων ἐμφράξαι στόματα. Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι᾽ ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα λέγουσι τὰ ῥήματα· Οὐκ ἐκέλευσεν ὑμῖν ὁ Χριστὸς μὴ ἔχειν δύο χιτῶνας, μηδὲ ὑποδήματα; πῶς οὖν ὑμεῖς παραβαίνετε τὸν νόμον τὸν περὶ τούτων κείμενον; Εἶτα δαψιλὲς γελάσαντες καὶ ἀνακαγχάσαντες, καὶ καταισχύναντες τὸν ἀδελφὸν, ἀποπηδῶσιν. Ἵν᾽ οὖν μὴ ταῦτα γένηται, φέρε καὶ τὴν ἐκείνων ἀναισχυντίαν ἐπιστομίσωμεν.

Ἐξῆν μὲν οὖν τοῦτο πρὸς αὐτοὺς μόνον εἰπόντας ἀπαλλαγῆναι. Ποῖον δὲ τοῦτο; Ὅτι εἰ μὲν ἀξιόπιστόν τινα νομίζεις εἶναι τὸν Χριστὸν, εἰκότως ταῦτα προβάλλῃ, καὶ ζητεῖς πρὸς ἡμᾶς· εἰ δὲ ἀπιστεῖς αὐτῷ, τίνος ἕνεκεν προβάλλῃ τὰς νομοθεσίας; Ἀλλ᾽ ὅταν μὲν ἡμῶν κατηγορεῖν ἐθέλῃς, ἀξιόπιστος νομοθέτης ὁ Χριστὸς εἶναί σοι δοκεῖ· ὅταν δὲ αὐτὸν προσκυνεῖν δέῃ καὶ θαυμάζειν, οὐδεὶς οὐκέτι σοι λόγος τοῦ κοινοῦ τῆς οἰκουμένης Δεσπότου.

βʹ. Πλὴν ἀλλ᾽ ἵνα μὴ δι᾽ ἀπορίαν ἀπολογίας τοῦτο λέγειν ἡμᾶς νομίζωσιν, ἐπ᾽ αὐτὴν ἴωμεν λοιπὸν τῶν ζητουμένων τὴν λύσιν. Τίς οὖν ἡ λύσις ἔσται; Ἐὰν ἴδωμεν, τίσι, καὶ πότε, καὶ διὰ τί ταῦτα ἐπέταττεν ὁ Χριστός.

Οὐ γὰρ ἁπλῶς αὐτὰ καθ᾽ ἑαυτὰ τὰ λεγόμενα ἐξετάζειν χρὴ, ἀλλὰ καὶ πρόσωπον, καὶ καιρὸν, καὶ αἰτίαν, καὶ πάντα ταῦτα μετὰ ἀκριβείας δεῖ ἐρευνᾶσθαι. Εὑρήσομεν γὰρ ἀκριβῶς σκοποῦντες, ὅτι οὐ πᾶσι ταῦτα ἐπετέτακτο, ἀλλὰ τοῖς ἀποστόλοις μόνοις, καὶ ἐκείνοις δὲ οὐ μέχρι παντὸς, ἀλλὰ μέχρι τινὸς διωρισμένου καιροῦ.

Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα Διδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ᾽ αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον, ὅτι αὐτοῖς μόνοις ταῦτα ἐπετέτακτο, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν. Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ᾽ ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν;

Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργαζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο πρῶτον ἐξαρχῆς εἰπεῖν ἔδει, καὶ νομοθετῆσαι, καὶ ἐν προστάγματος τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι, συμβουλεύων καὶ παραινῶν λέγει. Οὐκ ἔστι δὲ ταὐτὸν συμβουλεύειν καὶ νομοθετεῖν. Ὁ μὲν γὰρ νομοθετῶν, ἐκ παντὸς τρόπου βούλεται τὸ ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούοντος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων, κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. Διὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον, ἀλλὰ πῶς;

Εἰ ἐθέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων τὸ πρᾶγμα κεῖται. Ὅτι μὲν οὖν τοῖς ἀποστόλοις ταῦτα ἐπετέτακτο μόνοις, δῆλον ἐντεῦθεν· ἀλλ᾽ οὐδέπω τὴν λύσιν εὑρήκαμεν.

Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημένος, ὁ δὲ καὶ φελόνην ἔχων; Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι οὔτε αὐτοὺς μέχρι παντὸς ἀφῆκεν ὑπὸ ταύτην εἶναι τῶν νόμων τὴν ἀνάγκην, ἀλλ᾽ ἐπὶ τὸν σωτήριον ἰέναι μέλλων θάνατον, ἀπέλυσεν αὐτοὺς τῆς νομοθεσίας ταύτης. Πόθεν τοῦτο δῆλον; Ἀπ᾽ αὐτῶν τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπὶ τὸ πάθος ὁδεύειν, καλέσας αὐτούς φησιν· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε;

Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων ἀπήλλαξας τῶν ἐγκλημάτων· τὸ δὲ ζητούμενόν ἐστιν εἰπεῖν, τίνος ἕνεκεν ἐναντία ὁ Χριστὸς ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν. Τίνος οὖν ἕνεκεν τοῦτο πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν. Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ᾽ ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι.

Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ πανταχοῦ παρῆν τειχίζων αὐτοὺς, περιφράττων, πάντα μετὰ ἀφθονίας αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν, συνέστειλεν ὀλίγῳ τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι᾽ ἑαυτῶν ἀνύειν. Διά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην, οὐδὲ ῥάβδον, οὐδὲ χαλκὸν, οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός.

Ἐπειδὴ δὲ αὐτοὺς ἐκέλευσε καὶ βαλάντιον ἔχειν, καὶ πήραν, καὶ ὑποδήματα, εὑρίσκονται καὶ πεινῶντες καὶ διψῶντες καὶ γυμνητεύοντες. Ὅθεν δῆλον, ὅτι πολλαχοῦ συνεχώρει καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖσθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες τοῖς νεοττοῖς ποιοῦσι τοῖς ἑαυτῶν· καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμενοι θάλπουσιν· ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ τρέφων τοὺς μαθητάς· ἐπειδὴ δὲ πέτεσθαι ἐδίδαξε παρὼν καὶ διαβαστάζων αὐτοὺς, τέλος ἀφῆκεν εἰς τὴν οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑποδημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως ἀκούσαντες σαφῶς εἰσόμεθα. Οὐ γὰρ ἁπλῶς εἶπεν αὐτοῖς· Ἄρατε βαλάντιον καὶ πήραν, ἀλλ᾽ ἀνέμνησεν αὐτοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε;

τουτέστιν, Οὐ πάντα μετὰ ἀφθονίας ὑμῖν ἐπέῤῥει, καὶ πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βούλομαι ὑμᾶς καὶ δι᾽ ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν· διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ᾽ ἐπιτρέπω καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι᾽ ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ᾽ ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν.

γʹ. Καὶ τί, φησὶν, οὐκ ἂν μείζων ἐφάνη ἡ χάρις, εἰ διαπαντὸς οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ᾽ αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν διαλάμψαι μόνον, ἀλλὰ καὶ τὴν τῶν ὑπακουόντων δοκιμὴν ἠθέλησεν ἐπιδειχθῆναι, ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι Οὐδὲν παρ᾽ ἑαυτῶν εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο. Ἠδύνατο μὲν γὰρ αὐτοὺς ὁ Θεὸς μέχρι τέλους ἐν ἀφθονίᾳ καταστῆσαι τοσαύτῃ, ἀλλ᾽ οὐκ ἠθέλησε διὰ πολλὰς καὶ ἀναγκαίας προφάσεις, ἃς πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην εἰρήκαμεν· μίαν μὲν δὴ ταύτην, ἑτέραν δὲ οὐκ ἐλάττονα ταύτης, ἵνα καὶ μετριάζειν εἰδῶσι· τρίτην δὲ, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα, καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι, ἀλλ᾽ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνης, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἐπειδὴ δὲ χρὴ καὶ τὸ προκείμενον ἀσαφὲς ὂν ποιῆσαι καταφανὲς, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν.

Εἰπὼν γὰρ, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν, ἐπήγαγε· Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Τί ποτε τοῦτό ἐστι; καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; ὁ κελεύων εὐλογεῖν τοὺς λοιδορουμένους, ἀνέχεσθαι τῶν ἐπηρεαζόντων, εὔχεσθαι ὑπὲρ τῶν διωκόντων, εἶτα καθοπλίζει, καὶ διὰ μαχαίρας μόνης; Καὶ ποῖον ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ὅλως ἔδει καθοπλίσαι, οὐ μαχαίρας ἔδει κτήσασθαι μόνον, ἀλλὰ καὶ ἀσπίδα καὶ κράνος καὶ κνημῖδας. Ὅλως δὲ, εἴ γε ἀνθρωπίνως τὰ τοιαῦτα ἔμελλεν οἰκονομεῖν, πόσοις οὐκ ἦν τὸ ἐπίταγμα γέλως; Εἰ γὰρ μυρία τοιαῦτα ὅπλα ἐκτήσαντο πρὸς τοσαύτην ἔφοδον καὶ ἐπιβουλὴν δήμων, τυράννων, πόλεων, ἐθνῶν, τίνες ἔμελλον οἱ ἕνδεκα φανεῖσθαι; Φωνῆς γὰρ ἀκοῦσαι χρεμετίζοντος ἵππου δυνατὸν ἦν αὐτοῖς; πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρατοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέντες μικροῖς; Τίνος οὖν ἕνεκεν τοῦτο λέγει; Τὴν ἔφοδον τῶν Ἰουδαίων ἐνδείξασθαι βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν. Καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, δι᾽ αἰνιγμάτων δὲ, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς.

Ὥσπερ οὖν ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, οὐ τοῦτο ὑποπτεύεις, ὅτι κελεύει τοὺς στενωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κηρύττειν· οὐδὲ γὰρ φαίνονται τοῦτο ποιήσαντες οἱ μαθηταί· ἀλλὰ τὸ, Ἐπὶ τῶν δωμάτων, καὶ τὸ, Ἐν τῷ φωτὶ, τὸ μετὰ παῤῥησίας αἰνίττεται· τὸ δὲ, Εἰς τὸ οὖς, καὶ τὸ, Ἐν τῇ σκοτίᾳ, τοῦτο δηλοῖ, ὅτι Ὅπερ ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ ἐν ἑνὶ χωρίῳ τῆς Παλαιστίνης ἠκούσατε, τοῦτο πανταχοῦ τῆς γῆς ἐξηχήσατε.

Οὐ γὰρ δὴ ἐν σκοτίᾳ, οὐδὲ εἰς τὸ οὖς διελέγετο αὐτοῖς, ἀλλ᾽ ἐφ᾽ ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συναγωγαῖς πολλάκις. Οὕτω καὶ ἐνταῦθα ὑποληπτέον. Ὥσπερ οὖν ἐκεῖ δώματα ἀκούοντες, ἑτέρως ἐνοήσαμεν, οὕτω καὶ ἐνταῦθα μαχαίρας ἀκούοντες, μὴ τοῦτο νομίσωμεν, ὅτι ἐπέταξε μαχαίρας κεκτῆσθαι, ἀλλ᾽ ὅτι διὰ τῶν μαχαιρῶν τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων, ἅπερ ἔπαθε. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ, Ἀγοράσει μάχαιραν, ἐπήγαγε· Δεῖ γὰρ τὰ γεγραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς ἀνόμοις ἐλογίσθην.

Εἰπόντων δὲ ἐκείνων, ὅτι Εἰσὶν ὧδε δύο μάχαιραι, καὶ τὸ λεχθὲν μὴ συνιέντων, φησὶν, Ἱκανόν ἐστι Καίτοι γε οὐκ ἦν ἱκανόν· εἰ μὲν γὰρ ἀνθρωπίνῃ βοηθείᾳ κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐ μόνον δύο καὶ τρεῖς, ἀλλ᾽ οὐδὲ ἑκατὸν ἦσαν ἱκαναὶ μάχαιραι· εἰ δὲ οὐκ ἐβούλετο ἀνθρωπίνῃ βοηθείᾳ αὐτοὺς κεχρῆσθαι, καὶ αἱ δύο περιτταί. Ἀλλ᾽ ὅμως οὐκ ἐξεκάλυψε τὸ αἴνιγμα· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν· ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον· καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, λέγων· Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ τῇ Γραφῆ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.