Ἐντεῦθεν ὁ τοιοῦτος καὶ τυράννων, καὶ βασιλέων, καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος. Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ᾽ ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστομεῖν δύναιντ᾽ ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν ἀδικουμένοις τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετὰ παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον. Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν. Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, καταφρονείτω τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω θάνατον. Οὗτος οὐχὶ τῶν εὐπόρων μόνον, οὐδὲ τῶν ἀρχόντων, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλευόντων πλείονα τὰς Ἐκκλησίας ὠφελῆσαι δυνήσεται.