Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω»

Ἰωάννης ὁ Χρυσόστομος

Ο σκοπός του γάμου και η καταδίκη των άσεμνων γαμήλιων εθίμων

Ερμηνεία του αποστολικού χωρίου περί του γάμου ως προστασίας από την πορνεία. Στηλίτευση των απρεπών γαμήλιων εορτασμών και προτροπή για την ενίσχυση των πτωχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Ἐν μὲν οὖν τοῖς ἔξωθεν συλλόγοις, εἰ καί τι λεχθείη ποτὲ χρηστὸν, ἀλλ᾽ ἐν πολλοῖς τοῖς φαύλοις μόλις ἓν ὑγιὲς οἱ πολλοὶ φθέγγονται· ἐπὶ δὲ τῶν θείων Γραφῶν τοὐναντίον ἅπαν· πονηρὸν μὲν οὐδένα οὐδέποτε ἀκούσῃ λόγον, πάντας δὲ σωτηρίας καὶ πολλῆς γέμοντας φιλοσοφίας· οἷα δὴ καὶ τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα. Τίνα δὲ ταῦτά ἐστι; Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Περὶ γάμων ὁ Παῦλος νομοθετεῖ, καὶ οὐκ αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ· καὶ μάλα εἰκότως. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ γάμον ἐτίμησε, καὶ οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν; Οὐ γὰρ πονηρὸν ὁ γάμος πρᾶγμα, ἀλλὰ πονηρὸν ἡ μοιχεία, πονηρὸν ἡ πορνεία· γάμος δὲ πορνείας ἀναιρετικὸν φάρμακον. Μὴ τοίνυν αὐτὸν ἀτιμάζωμεν ταῖς διαβολικαῖς πομπαῖς· ἀλλ᾽, ὅπερ ἐποίησαν οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ οἱ νῦν γυναῖκας λαμβάνοντες ποιείτωσαν, τὸν Χριστὸν ἐχέτωσαν μέσον. Καὶ πῶς δυνατὸν τοῦτο γενέσθαι, φησί; Δι᾽ αὐτῶν τῶν ἱερέων· Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται.

Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι᾽ αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν· Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι. Καὶ οἶδα ὅτι βαρύς τισιν εἶναι δοκῶ καὶ φορτικὸς, ταῦτα παραινῶν καὶ παλαιὸν ἔθος ἐκκόπτων.

Πλὴν ἀλλ᾽ οὐδέν μοι τούτου μέλει· οὐ γὰρ τῆς χάριτος τῆς παρ᾽ ὑμῶν, ἀλλὰ τῆς ὠφελείας δέομαι τῆς ὑμετέρας· οὐ τῶν κρότων καὶ τῶν ἐπαίνων, ἀλλὰ τοῦ κέρδους καὶ τῆς φιλοσοφίας. Μή μοι λεγέτω τις, ὅτι ἔθος ἐστίν· ὅπου ἁμαρτία τολμᾶται, ἔθους μὴ μνησθῇς· ἀλλ᾽, εἰ μὲν πονηρὰ τὰ γινόμενα, κἂν παλαιὸν ἔθος ᾖ, κατάλυσον· ἂν δὲ μὴ πονηρὰ, κἂν συνήθεια μὴ ᾖ, εἰσάγαγε καὶ καταφύτευσον. Ὅτι δὲ οὐ παλαιὸν ἔθος ἦν τὸ τοιαῦτα ἀσχημονεῖν, ἀλλὰ καινοτομία τίς ἐστι τὰ γινόμενα, ἀναμνήσθητι πῶς ἔγημεν ὁ Ἰσαὰκ τὴν Ῥεβέκκαν, πῶς ὁ Ἰακὼβ τὴν Ῥαχήλ.

Καὶ γὰρ τῶν γάμων αὐτῶν μέμνηται ἡ Γραφὴ, καὶ πῶς εἰς τὰς οἰκίας τῶν νυμφίων ἤχθησαν αὗται αἱ νύμφαι λέγει, καὶ οὐδενὸς τοιούτου μέμνηται· ἀλλὰ συμπόσιον μὲν καὶ δεῖπνον ἐποιήσαντο τοῦ συνήθους φαιδρότερον, καὶ τοὺς προσήκοντας ἐκάλεσαν εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχημοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ᾽ ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανόμους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ᾽ ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημοσύνην δι᾽ αἰσχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι. Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν ἐκ πρώτης αὐτὴν παιδοτριβῶν τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ᾽ ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μηδὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις;

Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦσαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ἐλθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομπῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα κακά; οὐκ ἐντεῦθεν μοιχεῖαι καὶ ζηλοτυπίαι; οὐκ ἐντεῦθεν ἀπαιδίαι καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι;

Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλήσῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρασκευάσῃς ἐκεῖ κωμᾶσαι τὸν χορὸν, τί προσδοκᾷς λοιπὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσάγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων. Ἀλλ᾽ αἰσχύνῃ πάντως, καὶ ἐρυθριᾷς;

Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αἰσχρὸν ποιεῖν, τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγίνεται, οὕτω μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ᾽ ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων τῶν ἀναλωμάτων πολύν τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπούδασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι.

Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων, ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ᾽ ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυτευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ συγκαταγηράσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθομένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά.

γʹ. Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. Διὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγουσιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου.

Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώτερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης παραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχεσθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν. Οἱ μὲν γὰρ πένητες λαμβάνοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖνοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον σκωμμάτων κατὰ τῆς τῶν γαμούντων καταχέουσι κεφαλῆς, ἅμιλλάν τινα διαβολικὴν πρὸς ἀλλήλους ἔχοντες· καὶ καθάπερ ἐχθρῶν ὄντων τῶν συνιόντων, οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦνται πρὸς ἀλλήλους, ἐν τῷ ῥητὰ καὶ ἄῤῥητα λέγειν ὀνείδη περὶ τῶν γημάντων, μιμῆσαι τοὺς ἀντιτεταγμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ᾽ ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει.

Ἆρ᾽ οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ᾽ αὐτῶν; Τίς οὖν ἀμφισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ᾽ ἐκείνων; Οὐκ ἔστιν οὐδείς· καὶ γὰρ τοιαῦται τοῦ διαβόλου αἱ ἀντιδόσεις, λοιδορίαι, καὶ μέθαι, καὶ παραφροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφεσθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν.

Πολλάκις γὰρ ἀπ᾽ αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα. Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων καὶ τῶν ὀρχουμένων τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶμεν εἰσενήνεκται, οὐδ᾽ ἵνα πορνεύωμεν, ἀλλ᾽ ἵνα σωφρονῶμεν. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Δύο γὰρ ταῦτά ἐστι, δι᾽ ἅπερ εἰσενήνεκται γάμος, ἵνα τε σωφρονῶμεν, καὶ ἵνα πατέρες γινώμεθα· τῶν δὲ δύο τούτων προηγουμένη ἡ τῆς σωφροσύνης ἐστὶ πρόφασις.

Ἐπειδὴ γὰρ εἰσῆλθεν ἐπιθυμία, εἰσῆλθε καὶ γάμος τὴν ἀμετρίαν ἐκκόπτων, καὶ πείθων μιᾷ χρῆσθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ᾽ ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ τὸ λέγον, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· καὶ μαρτυροῦσιν ὅσοι γάμῳ μὲν ἐχρήσαντο, πατέρες δὲ οὐκ ἐγένοντο. Ὥστε προηγουμένη αὕτη ἡ αἰτία, ἡ τῆς σωφροσύνης, καὶ μάλιστα νῦν, ὅτε ἡ οἰκουμένη πᾶσα τοῦ γένους ἡμῶν ἐμπέπλησται. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ᾽ ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι παράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου.

Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ᾽ ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ὁδεύομεν βελτίω τῆς οὔσης, περιττὴ ἡ περὶ ταῦτα σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελτίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εἰσενήνεκται τοῦτο. Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην· μᾶλλον δὲ οὐκ εἰκῆ καὶ μάτην μόνον, ἀλλὰ καὶ ἐπὶ βλάβῃ. Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐδὲ γὰρ πορνεία τὸ τοιοῦτο λοιπόν ἐστιν, ἀλλὰ μοιχεία. Εἰ γὰρ καὶ παράδοξόν ἐστι τὸ εἰρημένον, ἀλλ᾽ ἀληθές.