Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω»

Ἰωάννης ὁ Χρυσόστομος

Ο όλεθρος της εξωσυζυγικής πορνείας και η ασφάλεια της νόμιμης συζυγίας

Περιγραφή των ολέθριων συνεπειών της εξωσυζυγικής πορνείας, της αισχύνης και της υποψίας που αυτή προκαλεί, και ανάδειξη της νόμιμης συζυγίας ως πνευματικού καταφυγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας. Ταῦτα σεαυτῷ καθ᾽ ἑκάστην ἔπᾳδε τὰ ῥήματα· κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην, εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥήματα, κατάσβεσον τὴν φλόγα.

Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυρούσης· οὐχ ἡ γυνὴ δὲ ἔσται ποθεινοτέρα μόνον, ἀλλὰ καὶ σὺ σεμνότερος πολλῷ καὶ ἐλευθεριώτερος δόξεις εἶναι. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν αἰσχρότερον ἀνθρώπου μετὰ γάμον πορνεύοντος. Οὐ γὰρ δὴ μόνον τὸν κηδεμόνα καὶ τοὺς φίλους καὶ τοὺς ἀπαντῶντας, ἀλλὰ καὶ αὐτοὺς ἐρυθριᾷ τοὺς οἰκέτας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ᾽ ὅτι καὶ τὴν οἰκίαν αὐτὴν δεσμωτηρίου παντὸς ἀηδεστέραν ὄψεται, πρὸς τὴν ἐρωμένην βλέπων, καὶ τὴν πόρνην διηνεκῶς φανταζόμενος.

εʹ. Βούλει μαθεῖν ἀκριβῶς ὅσον ἐστὶ τὸ δεινόν; Ἐννόησον οἷον οἱ τὰς γυναῖκας ἑαυτῶν ὑποπτεύοντες ζῶσι βίον, πῶς ἀηδῆ τὰ σιτία, ἀηδῆ ποτά. Δηλητηρίων ἡ τράπεζα δοκεῖ γέμειν φαρμάκων· καὶ ὥσπερ ὄλεθρον, μυρίων γέμουσαν κακῶν, οὕτω φεύγουσι τὴν οἰκίαν. Οὐχ ὕπνος αὐτοῖς ἐστιν, οὐ νὺξ προσηνὴς, οὐ συνουσία φίλων, οὐκ αὐταὶ αἱ τοῦ ἡλίου ἀκτῖνες· ἀλλὰ καὶ παρ᾽ αὐτοῦ τοῦ φωτὸς ἐνοχλεῖσθαι νομίζουσιν, οὐχ ὅταν ἴδωσι μοιχευομένην τὴν γυναῖκα μόνον, ἀλλὰ κἂν ἁπλῶς ὑποπτεύωσι. Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ᾽ ὁτουοῦν, ἢ καὶ ὑποπτεύσῃ, ὅτι πόρνῃ γυναικὶ σαυτὸν ἐξέδωκας. Ταῦτα λογιζόμενος, μὴ τὰς μοιχείας φεῦγε μόνον, ἀλλὰ καὶ τὰς ὑποψίας· κἂν ἀδίκως ὑποπτεύσῃ, θεράπευσον καὶ πεῖσον. Οὐ γὰρ ἐξ ἔχθρας ἢ ἀπονοίας, ἀλλ᾽ ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου. Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον. Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν. Εἰ γὰρ ἐκείνης καταφρονήσεις, ἀλλὰ τὸν Θεὸν φοβήθητι, τὸν ἔκδικον τῶν τοιούτων, τὸν ἀφορήτους κολάσεις τοῖς τοιούτοις ἀπειλήσαντα ἁμαρτήμασι. Τῶν γὰρ τοιαῦτα τολμώντων, φησὶν, Ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται.

Εἰ δὲ οὐ σφόδρα σε δάκνει τὰ μέλλοντα, τὰ γοῦν παρόντα σε φοβείτω. Πολλοὶ γοῦν τῶν πόρναις προσεχόντων καὶ ἐνταῦθα κακοὶ κακῶς ἀπώλοντο, περιεργίας ὑπομείναντες ὑπὸ τῶν πορνευομένων γυναικῶν. Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῆς μὲν συνοικούσης αὐτῷ καὶ κατεγγυηθείσης ἀποστῆσαι γυναικὸς, τῷ δὲ αὐτῶν ἔρωτι προσδῆσαι τέλεον, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν· εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπήνεγκαν τῆς παρούσης ζωῆς. Εἰ μὴ φοβῇ τὴν γέενναν, ἄνθρωπε, τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.

Τίς γὰρ ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις; Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν τῦφον, τὴν ἀπόνοιαν, τὴν ὕβριν τὴν παρὰ τῶν πορνῶν γινομένην εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυρίων ἐστὶ πικρότερα. Καὶ τὴν μὲν γυναῖκα πολλάκις οὐδὲ βαρὺ ῥῆμα εἰποῦσαν οὐκ ἤνεγκας, τὴν δὲ πόρνην καὶ ῥαπίζουσαν προσκυνεῖς. Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν; Πῶς δυνήσῃ εἰς ἐκκλησίαν εἰσελθεῖν, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; ποίῳ στόματι καλέσαι τὸν Θεὸν, ᾧ τὴν πόρνην ἐφίλησας; Καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις, εἰπέ μοι, μή ποτε σκηπτὸς ἄνωθεν ἐνεχθεὶς καταφλέξῃ τὴν ἀναίσχυντόν σου κεφαλήν; Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσῃ ποτέ· ἐπεὶ καὶ τῷ μοιχῷ ἐκείνῳ τῷ λέγοντι, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀντεφθέγξατο ὁ σοφὸς ἐκεῖνος, οὕτω λέγων· Ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, βλέποντες εἰς τὰ ἔργα τῶν ἀνθρώπων.

Διὰ τοῦτο δὴ πάντα ὁ Παῦλος ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἰὸν ἔχει τῆς πόρνης τὸ φίλημα, ἰὸν λανθάνοντα καὶ ἐγκεκρυμμένον.

Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνίατον, ἐξὸν εὐφραίνεσθαι καὶ μηδὲν πάσχειν δεινόν; Ἐπὶ γὰρ τῆς ἐλευθέρας γυναικὸς ὁμοῦ καὶ ἡδονὴ καὶ ἀσφάλεια καὶ ἄνεσις καὶ τιμὴ καὶ κόσμος καὶ συνειδὸς ἀγαθόν· ἐκεῖ δὲ πολλὴ μὲν ἡ πικρία, πολλὴ δὲ ἡ βλάβη, διηνεκὴς δὲ ἡ κατηγορία. Κἂν γὰρ μηδεὶς ἀνθρώπων ἴδῃ, τὸ συνειδὸς οὐδέποτε παύσεταί σου κατηγοροῦν· ἀλλ᾽ ὅπουπερ ἂν ἀπέλθῃς, ἕψεται κατηγορῶν καὶ μεγάλα καταβοῶν, ὁ κατήγορος οὗτος. Ὥστε εἴ τις ἡδονὴν διώκει, οὗτος μάλιστα φευγέτω τὴν πρὸς τὰς πόρνας ὁμιλίαν. Οὐδὲν γὰρ ἐκείνης τῆς συνηθείας πικρότερον, οὐδὲν τῆς συνουσίας ἀηδέστερον, οὐδὲν τῶν τρόπων μιαρώτερον. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ πηγὴ τοῦ ὕδατός σου σοὶ ἔστω πηγή. Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέμοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου; ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες κολάζονται καὶ δίκην διδόασι, καθάπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον. Διπλοῦν γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλγειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον.