Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν»

Ἰωάννης ὁ Χρυσόστομος

Η αντίφαση μεταξύ προσευχής και μνησικακίας

Έλεγχος της ατοπίας εκείνων που ικετεύουν τον Θεό για τα οικεία σφάλματα, ενώ παράλληλα προσεύχονται εναντίον των εχθρών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἐὰν οὖν καὶ τούτοις μὴ συγχωρήσωμεν, καὶ τῷ θεῷ ἐντυγχάνωμεν κατὰ τοῦ πλησίον προσευχόμενοι, ποίαν λοιπόν, εἴπατέ μοι, ἕξομεν σωτηρίας ἐλπίδα; Ὅταν γὰρ βουλώμεθα ἐξιλεώσασθαι τὸν θεόν, τότε αὐτὸν μᾶλλον παροξύνομεν, τὸ μὲν σχῆμα περιβεβλημένοι τῶν προσευχομένων, θηρίου δὲ φωνὴν ἀναπέμποντες καὶ καθ’ ἑαυτῶν τὰ βέλη ὠθοῦντες. Ὥσπερ γὰρ ῥίζα πάντων τῶν κακῶν τὸ μῖσος ὑπάρχει, οὕτως πάντων τῶν ἀγαθῶν ἡ ἀγάπη. Ἡ ἀρχὴ οὖν τῶν κακῶν καὶ ἡ ῥίζα τῆς ἐνεργείας τοῦ διαβόλου ἐστὶν ἡ ἔχθρα. Καὶ ὅπως, ἄκουε· «Ἔχθραν,» φησὶν ὁ θεός, «θήσω ἀναμέσον σου καὶ ἀναμέσον τοῦ διαβόλου.» Καὶ ταῦτα μὲν ὁ θεὸς πρὸς τὸν παλαιὸν ἄνθρωπον εἶπε τὸν ἐκπεσόντα ἐκ τῆς τοῦ διαβόλου ἀπάτης καὶ πρὸς τὸν θάνατον ὀλισθήσαντα. Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων τὴν μὲν πρὸς τὸν διάβολον φιλίαν ἀσπάζονται, τὴν δὲ πρὸς τὸν πλησίον ἔχθραν ἄσπονδον διατηροῦσιν, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ταῖς πρὸς θεὸν ἱκεσίαις τῶν ἐχθρῶν κατεύχονται.

Τί οὖν ὁ θεσπέσιος Παῦλος εὐχῆς μνημονεύων; Οὐδὲν οὕτως ἐξῄτησεν ὡς ταύτης τὴν φυλακὴν λέγων· «Ἐπαίροντες ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Εἰ γάρ, ὅτε προσευχόμενοι δεόμεθα τῆς τοῦ θεοῦ φιλανθρωπίας, οὐδὲ τότε τῆς ὀργῆς ἀπηλλάγμεθα καίτοι εἰδότες ὅτι καθ’ ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, ἄρα πότε δυνησόμεθα φιλάνθρωποι γενέσθαι πρὸς τὸν πλησίον καὶ τὸν πονηρὸν τῆς σατανικῆς ἔχθρας ἰὸν ἀποπτύσασθαι;

Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέγεθος, λογίζου αὐτὸ ἐπ’ ἀνθρώπων γινόμενον, καὶ τότε ὄψει τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οἷόν τι λέγω· ἐάν τις ἄνθρωπος προσέλθῃ τῷ ἄρχοντι αὐτοῦ αἰτῶν ἐλεηθῆναι, εἶτα κείμενος ἐπὶ τῆς γῆς θεάσηταί τινα τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐάσας τὸ ἱκετεύειν ἐπελθὼν ἐκεῖνον τυπτήσει χαλεπῶς ἐπ’ ὄψιν αὐτοῦ, ἆρα οὐκ ἂν μεγάλην ὕβριν ἡγήσεται προσγενομένην αὐτῷ; Τοῦτο λόγισαι ὅτι καὶ ἐπὶ θεοῦ συμβαίνει. Καὶ γὰρ πολλοὶ πολλάκις τὸν θεὸν ἱκετεύοντες, ἀφέντες μεταξὺ τὴν ἱκεσίαν τοὺς ἐχθροὺς τοῖς ῥήμασι τύπτουσι καὶ τοὺς τοῦ θεοῦ νόμους καθυβρίζουσιν.

Καὶ διὰ τί τοὺς τοῦ θεοῦ νόμους καθυβρίζουσιν; Ὅτι τὸν τοῦ νόμου νομοθέτην τὸν νομοθετήσαντα πᾶσαν ὀργὴν ἀφιέναι τῷ λελυπηκότι κατὰ τῶν λελυπηκότων ἀξιοῦσιν εἰς κακόν, ἐναντία τῶν προσταγμάτων αὐτοῦ πράττοντες. Καὶ τοῦτον αὐτὸν τὸν ταῦτα νομοθετήσαντα μάρτυρα καλοῦμεν τῆς παραβάσεως τοῦ νόμου, ὅτι παρέβημεν αὐτοῦ τοὺς νόμους. Οὐκ αὐτὸς ἐκέλευσε λέγειν ἡμῖν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»;

Καὶ πῶς ἀξιοῖς παρ’ αὐτοῦ ἅπερ αὐτὸς ἐκέλευσε μετὰ πάσης σπουδῆς ἀποσχέσθαι; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξεν; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών; Θεός ἐστιν ὁ πάντα εἰδώς, ὁ βουλόμενος μετὰ πάσης ἀκριβείας τοὺς νόμους αὐτοῦ φυλάττεσθαι.