Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐὰν πεινᾷ ὁ ἐχθρός σου

Ἰωάννης ὁ Χρυσόστομος

Αναίρεση των προφάσεων περί απουσίας και η προτεραιότητα της πνευματικής συνάξεως

Κατάρριψη των δικαιολογιών για τη μη συμμετοχή στις συνάξεις, όπως ο καύσωνας, με προβολή βιβλικών προτύπων καρτερίας, και κριτική στην περιστασιακή προσέλευση κατά τις εορτές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

Εἰ δὲ τὸ θέρος προβάλλοιντο· καὶ γὰρ καὶ ταῦτα ἀκούω λεγόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρητον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιῤῥεόμενοι καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις γὰρ αἱ σκήψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην ἀπολογίαν, ἀλλ᾽ ἀναγκαῖον ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζονται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ αἰσχύνεσθαι χρὴ πρὸς ταῦτα ἀντιλέγοντας. Τί οὖν εἴποιμι τοῖς ταῦτα προβαλλομένοις;

Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον Δεσπότῃ· καὶ μετὰ τῶν τριῶν παίδων τούτων, τῶν λεόντων αὐτοῖς τῶν ἐν Βαβυλῶνι, καὶ τοῦ Δανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἱερεμίαν ἀποπνίγοντος ἀναμνησθῆναι πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυμάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας.

Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην;

Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ δὲ πολὺς μὲν ἥλιος πανταχοῦ, πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐπιτείνοντα τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυμίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.

γʹ. Ταῦτα οὐχὶ πρὸς ἐκείνους τοσοῦτον ἀποτεινόμενος λέγω νῦν, ὅσον πρὸς ὑμᾶς τοὺς οὐκ ἐπισπωμένους, τοὺς οὐκ ἀνιστῶντας αὐτοὺς ἀπὸ τῆς ῥᾳθυμίας, καὶ πρὸς τὴν σωτηρίαν ταύτην ἕλκοντας τράπεζαν. Καὶ οἰκέται μὲν κοινὴν μέλλοντες ἐκπληροῦν διακονίαν, τοὺς αὑτῶν συνδούλους καλοῦσιν· ὑμεῖς δὲ ἐπὶ τὴν πνευματικὴν ταύτην μέλλοντες ἀπαντᾷν ὑπηρεσίαν, περιορᾶτε τοὺς ὁμοδούλους τοῦ κέρδους ἀποστερουμένους.

Τί οὖν, εἰ μὴ βούλοιντο, φησί; Ποίησον αὐτοὺς βουληθῆναι τῇ συνεχεῖ προσεδρείᾳ· ἂν γὰρ ἴδωσιν ἐπικειμένους ἡμᾶς, πάντως βουλήσονται. Ἀλλὰ γὰρ σκῆψις ταῦτα καὶ πρόφασις. Πόσοι γοῦν ἐνταῦθα πατέρες εἰσὶ καὶ τοὺς υἱοὺς οὐκ ἔχουσι μεθ᾽ ἑαυτῶν ἑστῶτας; μὴ καὶ τῶν τέκνων ἐπισπάσασθαί σοι δύσκολον ἦν; Ὅθεν δῆλον ὅτι καὶ οἱ λοιποὶ οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν μόνον, ἀλλὰ καὶ παρὰ τὴν ὑμετέραν ὑπεροψίαν ἔξω μένουσιν. Ἀλλ᾽ εἰ καὶ μὴ πρότερον, νῦν γοῦν διανάστητε, καὶ μετὰ τοῦ μέλους ἕκαστος εἰς τὴν ἐκκλησίαν εἰσιέτω, καὶ πατὴρ υἱὸν, καὶ υἱὸς τὸν γεγεννηκότα, καὶ γυναῖκας ἄνδρες, καὶ ἄνδρας γυναῖκες, καὶ δεσπότης δοῦλον, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ φίλος φίλον διεγειρόντων καὶ παρορμώντων πρὸς τὴν ἐνταῦθα σύνοδον· μᾶλλον δὲ μὴ τοὺς φίλους μόνον, ἀλλὰ καὶ τοὺς ἐχθροὺς καλῶμεν ἐπὶ τὸν κοινὸν τοῦτον τῶν ἀγαθῶν θησαυρόν.

Ἂν ἴδῃ σου τὴν πρόνοιαν ὁ ἐχθρὸς, καταλύσει τὴν ἀπέχθειαν πάντως. Εἰπὲ πρὸς αὐτόν· Οὐκ αἰσχύνῃ Ἰουδαίους, οὐδὲ ἐρυθριᾷς, οἳ μετὰ τοσαύτης ἀκριβείας τὸ σάββατον φυλάττουσι, καὶ ἀπὸ τῆς ἑσπέρας αὐτῆς πάσης ἐργασίας ἀφίστανται; Κἂν ἴδωσι τὸν ἥλιον πρὸς δυσμὰς ἐπειγόμενον ἐν τῇ τῆς παρασκευῆς ἡμέρᾳ, καὶ συμβόλαια διακόπτουσι, καὶ πράσεις διατέμνουσι· κἂν πριάμενός τις παρ᾽ αὐτῶν πρὸ τῆς ἑσπέρας, ἐν ἑσπέρᾳ τὴν τιμὴν ἔλθῃ κομίζων, οὐκ ἀνέχονται λαβεῖν, οὐδὲ ὑποδέξασθαι τὸ ἀργύριον. Καὶ τί λέγω τιμὴν ὠνίων καὶ συμβόλαια; κἂν θησαυρὸν ἐξῆν λαβεῖν, ἕλοιντ᾽ ἂν ἀπολέσαι τὸ κέρδος, ἢ καταπατῆσαι τὸν νόμον. Εἶτα Ἰουδαῖοι μὲν, καὶ ταῦτα ἀκαίρως τηροῦντες τὸν νόμον οὕτως εἰσὶν ἀκριβεῖς, καὶ φυλακῆς ἀντέχονται οὐδὲν αὐτοὺς ὠφελούσης, ἀλλὰ καὶ καταβλαπτούσης· σὺ δὲ, ὁ τῆς σκιᾶς ἀνώτερος, ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν καταξιωθεὶς, ὁ πρὸς τὴν τῶν οὐρανῶν πολιτείαν τελῶν, οὐδὲ τὴν αὐτὴν ἐκείνοις ἐπιδείκνυσαι σπουδὴν τοῖς τῇ κακίᾳ προσεδρεύουσιν ἀκαίρως, ὁ τὴν ἀλήθειαν ἐγχειρισθεὶς, ἀλλὰ μικρὸν μέρος ἡμέρας ἐνταῦθα καλούμενος, οὐδὲ τοῦτο ὑπομένεις ἀναλῶσαι πρὸς τὴν τῶν θείων ἀκρόασιν λογίων; καὶ ποίας ἂν τύχοις συγγνώμης, εἰπέ μοι; τίνα δὲ ἕξεις ἀπολογίαν εἰπεῖν εὔλογον καὶ δικαίαν;

Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προβάλληται πραγμάτων βιωτικῶν. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν προσκυνήσῃς τὸν Θεὸν, καὶ μετάσχῃς τῆς ἐνταῦθα διατριβῆς, μᾶλλόν σοι τὰ ἐν χερσὶν εὐμαρίζεται πράγματα; Βιωτικὰς ἔχεις φροντίδας; Διὰ ταύτας μὲν οὖν ἐνταῦθα ἀπάντησον, ἵνα τὴν εὔνοιαν ἐπισπασάμενος τοῦ Θεοῦ διὰ τῆς ἐνταῦθα διατριβῆς, οὕτω μετ᾽ ἀσφαλείας ἐξέλθῃς· ἵνα ἔχῃς αὐτὸν σύμμαχον, ἵνα ἀκαταγώνιστος γένῃ τοῖς δαίμοσιν ὑπὸ τῆς ἄνωθεν βοηθούμενος χειρός. Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν. Ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, γυμνὸς τῶν ὅπλων τούτων εὑρεθεὶς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι. Διὰ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον ἐσπουδάκαμεν, καὶ τότε περὶ τὰ βιωτικὰ, ἀλλ᾽ ἀντεστρέψαμεν τὴν τάξιν. Διὰ τοῦτο καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ εὐθύτης ἀντέστραπται, καὶ πολλῆς ἡμῖν ἅπαντα γέμει ταραχῆς.

Πῶς οἴεσθέ με ὀδυνᾶσθαι καὶ ἀλγεῖν, ὅταν ἐννοήσω, ὅτι πανηγύρεως μὲν καὶ ἑορτῆς ἐπιστάσης, κἂν μηδεὶς ὁ καλῶν ᾖ, πᾶσα ἡ πόλις συντρέχει· πανηγύρεως δὲ καὶ ἑορτῆς ἀπελθούσης, κἂν ἅπασαν τὴν ἡμέραν διατελέσωμεν διαῤῥηγνύντες ἑαυτοὺς καὶ καλοῦντες ὑμᾶς, οὐδεὶς ὁ προσέχων ἐστί; Ταῦτα γὰρ πολλάκις ἐν διανοίᾳ στρέφων, χαλεπῶς ἀνεστέναξα, καὶ πρὸς ἐμαυτὸν εἶπον· Τί δεῖ παραινέσεως, ἢ συμβουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων ὑμῶν, καὶ οὐδὲν ἀπὸ τῆς διδασκαλίας προθυμοτέρων γινομένων τῆς ἡμετέρας; Ὅταν γὰρ ἐν ἑορταῖς μὲν μηδὲν δεήσητε τῆς παρ᾽ ἡμῶν παραινέσεως, ἀπελθουσῶν δὲ ἐκείνων μηδὲν ὠφελῆσθε παρὰ τῆς ἡμετέρας διδασκαλίας, οὐχὶ περιττὸν ἡμῶν ἀποφαίνετε τὸν λόγον, τό γε εἰς ὑμᾶς ἧκον;