Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιον και προετοιμασία των ακροατών

Ο ομιλητής επαινεί την προθυμία του ποιμνίου και τονίζει την ανάγκη απελευθέρωσης από τις βιωτικές μέριμνες για την ορθή ακρόαση του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

Ηʹ. Τοῦ αὐτοῦ εἰς τὸ, «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Πολλὴ μὲν γηπόνῳ προθυμία καταβάλλειν τὰ σπέρματα, ἐπειδὰν τὴν ἄρουραν ἐκκεκαθαρμένην ἴδῃ, καὶ μήτε ἀκανθῶν πλῆθος λυμαινόμενον τῇ βλάστῃ τῶν φυομένων, μήτε λίθον ἀντικρούοντα τῷ ἀρότρῳ· πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν ἀκροατὴν παρεσκευασμένον θεάσηται. Ὁρῶ γὰρ τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ οὐδαμοῦ ἄκανθα βλαστάνουσα· ἄκανθα δέ ἐστιν ἡ τοῦ πλούτου φροντὶς, ἡ ἀποπνίγουσα τὸν λόγον. Ταῦτα λέγω, οὐκ ἐπειδὴ οὐ πάρεισιν οἱ πλούσιοι, τὴν τῶν πενήτων φιλοσοφίαν ἐν τῷ λόγῳ τῆς ἀκροάσεως ἐπιδεικνύων. Οὐ γὰρ τοῦ λέγοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος· ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων. Ἡ γὰρ φροντὶς οὐκ ἀφίησιν εἰς τὴν διάνοιαν ἐμπίπτειν τὰ λεγόμενα, ἀλλ᾽ ἀποσυλᾷ τὴν γνώμην τῶν ἀκουόντων.