ὦ διάνοια τῆς ἁψῖδος τοῦ οὐρανοῦ ἁψαμένη! ὦ ψυχὴ πάντων ὑπερορῶσα τῶν ὁρωμένων! ὦ γνώμη! ἀράχνην ἐνόμιζε τοῦ βίου τὰς φαντασίας· οὐκ ἀπῆλθε πρὸς βασιλέας, οὐδὲ ἀπῆλθε πρὸς πλουσίους, οὐκ ἀπῆλθε πρὸς εὐπόρους, ἀλλὰ πρὸς σκηνοποιοὺς ἀπῆλθε διὰ τὸ ὁμότεχνον, καὶ οὐκ ᾐσχύνετο ἐκκαλύπτων ἑαυτοῦ τὸ ἐπιτήδευμα, ἀλλὰ πᾶσι τοῦτο κατάδηλον εἰργάζετο. Ἐν ἀγορᾷ εἱστήκει τὸ Εὐαγγέλιον κηρύττων, νεκροὺς ἐγείρων, λεπροὺς καθαίρων, καὶ οὐκ ᾐσχύνετο τῷ τόπῳ, ἀλλὰ ἐνεκαλλωπίζετο τῷ τρόπῳ, καὶ εἰστήκει ἐν ἀγορᾷ· καὶ ὁ μὲν ἐξεδίδου δέρματα, οἱ δὲ ἔλεγον, Ἀνάστησον τὸν νεκρόν· καὶ εἱστήκεισαν δύο γυναῖκες, ἡ μὲν λέγουσα, Ποίησόν μοι τὸ δέρμα στρῶμα, ἡ δὲ λέγουσα, Ἀνάστησον τὸν υἱόν μου, καὶ ἀμφοτέραις ἀπεκρίνατο· καὶ τοῦτο κώλυμα ἐκείνου οὐκ ἐγίνετο, ἀλλὰ καὶ αἱ χεῖρες εἰργάζοντο, καὶ ἡ χάρις ἐνήργει, καὶ ἀμφοτέραις ἀπεκρίνατο ὁ σκηνοποιὸς, τῇ μὲν τὸ ἀπὸ τῆς τέχνης, τῇ δὲ τὸ ἀπὸ τῆς χάριτος παρέχων. Σὺ τί βούλει; στρῶμα τὸ δέρμα ἐγὼ ποιῶ· δέρματα γὰρ ῥάπτω. Τί βούλει; τὸν νεκρόν σου ἐγερθῆναι ἐγὼ ποιῶ· τὸν Θεὸν γὰρ παρακαλῶ. Μήτε ὄνειδος τέχνη. Οὐκ ἀπῆλθεν εἰς πλουσίαν οἰκίαν καὶ εὔπορον· νόμον γὰρ ἐπλήρου Δεσποτικὸν λέγοντα· Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐστιν ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε. Καὶ γὰρ ἄξιος τοῦ Παύλου ὁ σκηνοποιός; Καὶ πάνυ. Διὰ τί οὔ;