Βουλόμενος οὖν αὐτὸς ἀναμνῆσαι τῆς ἱστορίας ἐκείνης, ὅτι καί ποτε ἐπηρέσαν τὴν ἱερωσύνην, ἀλλ᾽ οὐχ ἡττήθη, ἀλλ᾽ ἐπῆλθε πλῆθος καὶ ὁ Θεὸς αὐτοὺς ἠμύνατο. «Οὐκ ἔξεστί σοι θυμιᾷν, ἀλλ᾽ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών.» Οὐκ εἶπεν· Ἐννόησον τί ὑπέμειναν οἱ τότε ταῦτα ποιήσαντες· οὐκ εἶπεν· Ἐννόησον ὅτι ἐκάησαν οἱ ἐπαναστάντες, ἀλλ᾽ εἶπε τὸν ἐκδικηθέντα Ἀαρὼν καὶ εἰς ἀνάμνησιν αὐτὸν τῆς ἱστορίας ἤνεγκεν, μονονουχὶ τοῦτο λέγων· Μὴ τόλμα τὰ τοῦ Δαθάν, ἵνα μὴ πάθῃς τοιαῦτα οἷα ἐπὶ τοῦ Ἀαρών. Ὁ δὲ βασιλεὺς Ὀζίας οὐκ ἠνέσχετο, ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερόν, ἀνεπέτασεν τὰ ἅγια τῶν ἁγίων, θέλων θυμιᾶσαι. Τί οὖν ὁ Θεός; Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύς—ἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι—, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν· Ἐγὼ τὸ ἐμαυτοῦ ἐποίησα, οὐδὲν πλέον δύναμαι, βοήθησον αὐτὸς ἱερωσύνῃ πατουμένῃ· νόμοι ἀδικοῦνται, θεσμοὶ ἀνατρέπονται. Τί οὖν ὁ φιλάνθρωπος;