Ἀλλὰ καὶ οὗτος ἔχει, φησί, τὴν ἀπὸ τῆς φυσικῆς ἐπιθυμίας ἀνάγκην. Ἀλλ᾽ οὐκ ἀφίησιν ἡ κληρωθεῖσα αὐτοῦ γυνή, ἀλλ᾽ ἐφέστηκεν ἀποστεροῦσα τῆς συγγνώμης αὐτόν. Διὰ γὰρ τοῦτο γάμος καὶ ἀπόλαυσις ἔνθεσμος, ἵνα μηδὲν ἔχῃ τούτων λέγειν ὁ ἀνήρ. Διὰ τοῦτο αὐτῷ βοηθὸς ἐδόθη ἡ γυνὴ, ἵνα μαινομένην καταστέλλῃ τὴν φύσιν, ἵνα στορέσῃ τῆς ἐπιθυμίας τὰ κύματα. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν. Μᾶλλον δὲ ποία γένοιτ᾽ ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία καὶ κίνδυνος καὶ προσδοκία τοσούτων δεινῶν, ὅπου δικαστήρια καὶ εὐθῦναι καὶ δικαστοῦ θυμὸς καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη; Πάντα τρέμει καὶ δέδοικεν ὁ τοιοῦτος, τὰς σκιάς, τοὺς τοίχους, τοὺς λίθους αὐτούς, καθάπερ φωνὴν ἀφιέντας· πάντας ὑφορᾶται καὶ ὑποπτεύει, τοὺς οἰκέτας, τοὺς γείτονας, τοὺς φίλους, τοὺς ἐχθρούς, τοὺς πάντα εἰδότας, τοὺς οὐδὲν εἰδότας. Μᾶλλον δέ, εἰ βούλει, καὶ ταῦτα ἀναιρείσθω, καὶ μηδεὶς εἰδέτω τὰ τετολμημένα, ἀλλ᾽ ἢ μόνος αὐτὸς μετὰ τῆς ὑβριζομένης γυναικός· πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περιφέρων κατήγορον;