Εἶτα ἐπ᾽ ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινομένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα· Δεῦτε, συνάχθητε πάντες οἱ ἔγγονοί μου, καὶ ἴδετε ἐπὶ γῆς τὸν ἐν οὐρανοῖς δοξαζόμενον· δεῦτε, βλέπετε ἐν ἀγκάλαις γυναικὸς βασταζόμενον τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον· δεῦτε, ἴδετε γαλακτοτροφούμενον, τὸν ἐποχετεύοντα γάλα ταῖς θηλείαις· δεῦτε, ἴδετε ἐν γαστρὶ Παρθένου χωρούμενον, τὸν ἐν οὐρανοῖς μὴ χωρούμενον· δεῦτε, ἴδετε παρὰ μητρὸς τροφὴν λαμβάνοντα, τὸν τὰ πέρατα διατρέφοντα· δεῦτε, ἴδετε διδασκάλοις παραδιδόμενον, τὸν διδασκάλους παιδεύοντα· δεῦτε, ἴδετε ὑπὸ ἀνθρώπων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δοξαζόμενον· δεῦτε, ἴδετε εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον, τὸν ὑπεράνω τῶν οὐρανῶν καθεζόμενον· δεῦτε, βλέπετε μετὰ τῆς Χαναναίας διαλεγόμενον τὸν ὑπὸ τῆς Χερουβικῆς λειτουργίας ἀνυμνούμενον· δεῦτε, ἴδετε ὑπὸ γυναικὸς ἁμαρτωλοῦ συνερχόμενον τὸν ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον· δεῦτε, ἴδετε τὸν ὑπὸ τῆς ἀσθενούσης γυναικὸς τοῖς κρασπέδοις ψαυόμενον, τὸν ὑπὸ τῆς ἀσωμάτου φύσεως τῶν δυνάμεων προσκυνούμενον· δεῦτε, ἴδετε γεννηθέντα ὡς ἄνθρωπον, τὸν ὑπάρχοντα τῶν αἰώνων ποιητήν· δεῦτε, ἴδετε νηπιάζοντα τὸν πρὸ καταβολὴς κόσμου ὑπάρχοντα· δεῦτε, ἴδετε, ὑπὸ ἀρχιερέων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δορυφορούμενον· δεῦτε, ὅλα τὰ κτίσματα τὸν κτίσαντα βλέποντα· καὶ ὡς ἔστιν ἡ ζωὴ ἐπὶ γῆς, πάντες ζήσατε· δεῦτε, πάντες θεοφορήθητε· δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ τὰ τετράποδα μετὰ τῶν πετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον.