Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐμνήσθην τοῦ Θεοῦ»

Ἰωάννης ὁ Χρυσόστομος

Η κοσμική αποδοχή της θείας συγκαταβάσεως και ο αγιασμός της κτίσεως

Προσωποποιημένη αναφορά στη γη και τη θάλασσα κατά την υποδοχή του Κυρίου και την ευφροσύνη της δημιουργίας για τον αγιασμό των υδάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

Πῶς ἐμυρίζετο ἡ γῆ, ὅτε ταῦτα ἔῤῥεον τὰ ἀρώματα; πῶς δὲ πάλιν ἡ γῆ ἔφερε τὰ ἴδια θυμιάματα; καὶ τῷ Δεσπότῃ μετὰ φόβου προσφέρουσα ἔλεγε· Σὺ, φησὶ, Δέσποτα, παρέχεις τὰ οὐράνια ἀρώματα, κἀγὼ τὰ ἐπίγεια τῶν θυμιαμάτων προσφέρω τῇ σῇ θεότητι· σὺ, Δέσποτα, μυρίζεις μου τὰ νῶτα τοῖς ἁγίοις σου καὶ παναχράντοις ἴχνεσι, κἀγὼ μύρα σκιρτῶσα προσφέρω σοι.

Εἶτα ἐπ᾽ ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινομένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα· Δεῦτε, συνάχθητε πάντες οἱ ἔγγονοί μου, καὶ ἴδετε ἐπὶ γῆς τὸν ἐν οὐρανοῖς δοξαζόμενον· δεῦτε, βλέπετε ἐν ἀγκάλαις γυναικὸς βασταζόμενον τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον· δεῦτε, ἴδετε γαλακτοτροφούμενον, τὸν ἐποχετεύοντα γάλα ταῖς θηλείαις· δεῦτε, ἴδετε ἐν γαστρὶ Παρθένου χωρούμενον, τὸν ἐν οὐρανοῖς μὴ χωρούμενον· δεῦτε, ἴδετε παρὰ μητρὸς τροφὴν λαμβάνοντα, τὸν τὰ πέρατα διατρέφοντα· δεῦτε, ἴδετε διδασκάλοις παραδιδόμενον, τὸν διδασκάλους παιδεύοντα· δεῦτε, ἴδετε ὑπὸ ἀνθρώπων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δοξαζόμενον· δεῦτε, ἴδετε εἰς τὸν οἶκον Ζακχαίου εἰσερχόμενον, τὸν ὑπεράνω τῶν οὐρανῶν καθεζόμενον· δεῦτε, βλέπετε μετὰ τῆς Χαναναίας διαλεγόμενον τὸν ὑπὸ τῆς Χερουβικῆς λειτουργίας ἀνυμνούμενον· δεῦτε, ἴδετε ὑπὸ γυναικὸς ἁμαρτωλοῦ συνερχόμενον τὸν ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον· δεῦτε, ἴδετε τὸν ὑπὸ τῆς ἀσθενούσης γυναικὸς τοῖς κρασπέδοις ψαυόμενον, τὸν ὑπὸ τῆς ἀσωμάτου φύσεως τῶν δυνάμεων προσκυνούμενον· δεῦτε, ἴδετε γεννηθέντα ὡς ἄνθρωπον, τὸν ὑπάρχοντα τῶν αἰώνων ποιητήν· δεῦτε, ἴδετε νηπιάζοντα τὸν πρὸ καταβολὴς κόσμου ὑπάρχοντα· δεῦτε, ἴδετε, ὑπὸ ἀρχιερέων πειραζόμενον, τὸν ὑπὸ ἀγγέλων δορυφορούμενον· δεῦτε, ὅλα τὰ κτίσματα τὸν κτίσαντα βλέποντα· καὶ ὡς ἔστιν ἡ ζωὴ ἐπὶ γῆς, πάντες ζήσατε· δεῦτε, πάντες θεοφορήθητε· δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ τὰ τετράποδα μετὰ τῶν πετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον.

Οἱ καιροὶ τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου ἀλλάγητε, καὶ παρὰ φύσιν καρποφορήσατε, καὶ τὰς ἐπικαρπίας ἑαυτῶν προσκομίσατε τῷ ἐγκυμώσαντι ὑμῶν τοὺς καρπούς· πάντα ποιήσατε, καὶ μυρίσατε τὴν θεότητα· ἢ τὰ ὑμέτερα προσαγάγετε θυμιάματα, ἢ παρ᾽ ἐκείνου τρυγήσατε τὰ ἀρώματα. Ὡς δὲ ἐν πᾶσι τούτοις παρωράθη τοῖς ἐγγόνοις ἡ γῆ, ἰδοὺ πάντα, καθὼς εἶπε, συνέτρεχον, καὶ οἱ ἔρημοι τόποι ἐβλάστησαν, καὶ πολλὴν εὐωδίαν ἐδείξαντο· ἵνα τὴν προφητείαν Ἡσαΐου τελέσωσι τὴν μελῳδήσασαν· Ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ὑλοχαρήσει καὶ εὐωδιάσει τὰ ἔρημα τοῦ Ἰορδάνου. Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύμησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν· Καί μοι λοιπὸν τὸν Κύριον παραχώρησον· μὴ γὰρ μόνον σός ἐστιν ὁ Δεσπότης, ὅτι ὅλης αὐτοῦ παρεδέξω τῆς θεότητος τὴν χάριν· παρακάλεσον αὐτὸν ἐλθεῖν πρός με, μήποτε ἐγὼ ἐρχομένη πρὸς αὐτὸν, ὅλον σου ἐξαφανίσω τὸ πρόσωπον.

Εἰ μὴ γὰρ ἐπέγνων αὐτὸν, καὶ ἐδεδοίκειν τὸν ἐμὲ σφραγίσαντα καὶ πεδήσαντα ἀλύτοις δεσμοῖς, πάλαι ἂν ἐλθοῦσα ἔκαμψά σου τὰ πέρατα. Ἢ οὐκ ἔγνως, ὅτι προτιμοτέρα καὶ προγενεστέρα σου κεχώρηκα; πρὸ τοῦ γάρ σε φανῆναι, ἐγὼ ἐν ταῖς ἀβύσσοις ἐχόρευον. Ἀπόδος μοι τὸν Δεσπότην τὸν ἴδιον, καθὼς ὁ προφήτης εἶπεν· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τότε ἐπήγαγε· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Σὺ οὖν ὕστερον ἐπλάσθης. Ἐξηραμμένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν, αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον;

Ἀπόδος μοι λοιπὸν αὐτὸν, ἵνα πληρωθῇ τὸ εἰρημένον, Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου· ἀπόδος μοι τὸν ἴδιον πλαστουργὸν, ἵνα καὶ τοὺς ἐμοὺς κόλπους πληρώσῃ ἐν χάριτι. Καὶ οὕτω συνεχομένη παρὰ τῆς θαλάσσης ἡ γῆ τῷ αὐτοῦ νεύματι, κοσμοφυσῶσα ἐπόμπευε λέγουσα· Μὴ γάρ σου χείρων ὑπάρχω, ἐρεομένη, καὶ κεχαυνωμένη, καὶ ἀστατοῦσα, καὶ συρίζουσα, ἐπικρορύητε καὶ χολέρας, πόας ἡνίοχε, καὶ ἀχρησίμευτε βίου, ἁλμυρονάματε καὶ δυσοδόχυτε, πορείαις ἀνεπίβατε, καταιγίδος σύμφυλε, τετραχυμμένη τοῖς λαίλαψιν· εἰ οἶσθα, ὡς σὺ ἔφης προτιμοτέρα εἶναι, ἐν σοὶ πρῶτον ἂν ἐσκήνωσεν ὁ Δεσπότης· νῦν δὲ τούτου φαίνεταί μου τὸ ἀξίωμα, ὅτι σου ὑπάρχω ὑπερέχουσα, ἐξότι ἐν ἐμοὶ πρῶτον τὰς ἀκτῖνας ἀπέλυσε τῆς θεότητος. Τοσοῦτόν σου προτιμοτέρα καθέστηκα, ὅσον ἐγὼ μήτηρ ἀνθρώπων, καὶ σὺ ἑρπετῶν· ἐγὼ τῆς ἁγίας Παρθένου μήτηρ εἰμὶ, ἥτις τὸν Δεσπότην ἐξήνθησε· σὺ δὲ τοῦ πονηροῦ δράκοντος, ὅστις ἐμπαίζει τὰ ζῶά σου· ἐγώ εἰμι μήτηρ προφητῶν καὶ ἀποστόλων καὶ ἁγίων ἀνδρῶν· σὺ δὲ ἀγρίων καὶ πονηρῶν μήτηρ ἑρπετῶν, καὶ δυσπλοούντων φθορά· ἐγὼ παράδεισος καὶ ἐπικάρπιος ἔχουσα ἄνθη καὶ ἀρώματα, σὺ δὲ ἀνέμους καὶ λιμένας καὶ ἀταξίας. Εἰ ἦν ἐν ἐμοὶ τοῦ κατέχειν τὸν Κύριον, οὐκ ἂν παραγενέσθαι αὐτὸν πρὸς σὲ παρεχώρησα.

Ὡς δὲ, τῶν τηνικαῦτα ἀντιπραττόντων τῶν στοιχείων τοῖς νεύμασιν, ὁ πάντα πληρῶν, καὶ πάντα οἰκονομῶν Κύριος πρὸς αὐτὴν τὴν θάλασσαν παραγίνεται, τοῖς ἁγίοις ἴχνεσι δοξάσαι καὶ τιμῆσαι τῶν ὑδάτων τὴν ἤπειρον βουλόμενος, λοιπὸν ἡ θάλασσα τοὺς κόλπους ἁπλώσασα μετὰ πολλῆς χαρᾶς τὸν Κύριον ὑπεδέξατο λέγουσα· Δεῦτε, πάντα τὰ ζῶα τὰ μικρὰ μετὰ τῶν μεγάλων, συνέλθετε τὰ ἐν τοῖς βάθεσιν, ἐπαναπλεύσατε τὸν ἐξ ἀρχῆς ὑμᾶς ἐνθρονιάσαντα, καὶ τὸ ζῇν ὑμῖν χαρισάμενον· πάντα τὰ ἐναντία τοῦ χειμῶνος φιμώθητε πνεύματα, καὶ τοῦ παρόντος φρίξατε τὴν θεότητα· πᾶσαι αἱ καταιγίδες, λαίλαπες, ἡσυχάσατε τῆς δυναστείας τὸ μέγεθος· πάντες οἱ ἄνεμοι καὶ χειμῶνες συστάλητε, καὶ πάντα τὰ κύματα ἠρεμήσατε καὶ γαληνιάσατε, καὶ τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου μετὰ χαρᾶς ὑποδέξασθε. Τίς ἀναγγελεῖ μοι σήμερον, ὅτι πελαγοβάτην ἔχω ἐπιβάτην τὸν Κύριον;

Μεγαλυνθείην ἀπὸ τῆς σήμερον, ὅτι Χερουβικὴ ἐγενόμην καθέδρα, καὶ Σεραφικὰς στιβάδας ἀνέλαβον· ὅτι τὸν ἐκεῖ καθεζόμενον ὧδε ἔχω βαδίζοντα· τὸν ἐπὶ πτερύγων ἀνέμων ἱπτάμενον, ἐν ταῖς νήσοις ἔχω στελλόμενον· τὸν ἐπάνω τοσούτων ὑψηλῶν καὶ μετεώρων στερεωμάτων ὑψούμενον, ἐπὶ τῆς ἐμῆς ἀγλαϊστοῦ χώρας τοῦτον ἔχω πεζεύοντα. Νῦν οὐκ ἔτι προσαγορεύομαι θάλασσα, ἀλλὰ κολυμβήθρα οὐράνιος· νῦν ἐγενόμην λύχνος, σφόδρα ἀστράπτουσα, οὐράνιος· νῦν ἐγενόμην πηγὴ ἰάματα βρύουσα· νῦν ἐγενόμην ἥλιος, ἀκτῖνας αὐγάζουσα· νῦν ἐγενόμην οὐρανὸς μαρμαρυγὰς ἀποβάλλων, οὐ τὰ τῆς φύσεως ὑποβάλλουσα, ἀλλὰ νάματα τῆς χάριτος βρύουσα.

Ὡς δὲ πᾶσα ἡ κτίσις ἠγάλλετο, ὁμοῦ καὶ γῆ καὶ τὰ ὑπ᾽ οὐρανὸν ἐφαιδρύνοντο χάριτι. Οἱ γὰρ πεπλανημένοι ἐπέστρεφον, οἱ ἁμαρτωλοὶ μετενόουν, οἱ ἀσεβεῖς εὐσέβουν, οἱ νοσοῦντες ὑγίειαν μετελάμβανον, οἱ νεκροὶ εἰς ζωὴν ἐργαστήριον, οἱ ζῶντες εἰς θεότητος πρόσωπον.