Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η απολύτρωση από την αμαρτία και η διπλή ενέργεια της χάριτος

Εξέταση της συντριβής του θανάτου μέσω της ενανθρώπησης του Χριστού και ερμηνεία της σωτήριας χάριτος ως ταυτόχρονης συγχώρησης και πνευματικής διαπαιδαγώγησης των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ποίῳ τόπῳ; Ἐν τῇ Ἰουδαίᾳ φησίν· ἐκεῖ γὰρ οἱ προφῆται ἔλεγον οὐ λαός μου, καὶ ἐκεῖ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ εἰσέλθητε, ἀλλ᾽ ἐν αὐτῇ τῇ Ἰουδαίᾳ πάλιν εἶπεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶδες πῶς ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ἐκεῖ ἐκλήθησαν υἱοὶ Θεοῦ ζῶντος; Διὰ τοῦτό φησιν· Αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

Μεγάλη σωτηρία ὄντως· οὐδὲ γὰρ οὕτω μέγα ἀπαλλαγῆναι θανάτου ὡς μέγα ἀπαλλαγῆναι ἁμαρτίας· διὰ γὰρ τὴν ἁμαρτίαν ὁ θάνατος, οὐ διὰ τοῦ θανάτου ἡ ἁμαρτία. Καὶ ἵνα μάθῃς ὅτι αὕτη μείζων ἡ ἀπαλλαγὴ καί, ταύτης ἀνῃρημένης, οὐκ ἔστιν φοβερὸς ὁ θάνατος, ἀπ᾽ αὐτοῦ σκόπει τοῦτο τοῦ δεσποτικοῦ.

Τὸ γὰρ σῶμα ἐκεῖνο ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ ἐμπεσὼν εἰς τὸν θάνατον ὠδῖνας αὐτῷ πικρὰς ἤγειρεν καὶ διέρρηξεν αὐτοῦ τὴν γαστέρα· καὶ οὐ μόνον οὐ κατεπόθη, ἀλλὰ καὶ ἠφάνισεν αὐτὸν εἰς τέλος. Καὶ καθάπερ ὁ Δανιήλ, μάζαν εἰς τὸ στόμα τοῦ δράκοντος ἐμβαλών, διέφθειρεν τὸ θηρίον, οὕτω καὶ ὁ Χριστός, τὴν σάρκα τὴν ἑαυτοῦ εἰς τὸ στόμα τοῦ θανάτου ῥίψας, διέσχισεν αὐτοῦ τὴν γαστέρα· καὶ γὰρ κέντρον θανάτου ἡ ἁμαρτία. Ἀνελὼν τοίνυν τὸ κέντρον, εἴασεν λοιπὸν τὸ θηρίον ἀνενέργητον.

Ἀλλὰ καὶ τὸ ζητούμενον ἐκεῖνό ἐστιν· τί δηποτοῦν εἰπὼν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, ἐπήγαγεν παιδεύουσα ἡμᾶς. Ἡ γὰρ χάρις οὐ παιδεύει, ἀλλὰ ἀφίησιν ἁμαρτήματα· συγγνώμην δίδωσιν, οὐ παιδείαν ἐπάγει. Ἀλλὰ μὴ φοβηθῇς τὸ ὄνομα τῆς παιδείας· ἔστιν παιδεία κόλασις καὶ ἔστιν παιδεία διδασκαλία· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει— φησίν—μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἐνταῦθα παιδεία ἡ κόλασίς ἐστιν. Ἄκουσον ἀλλαχοῦ πῶς ἡ παιδεία διδάσκαλός ἐστιν· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.

Κατὰ τοῦτο τοίνυν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς. Καὶ πῶς διδάσκει ἡ χάρις; Ἡ γὰρ χάρις ἁμαρτήματα ἀφίησιν, ἀλλ᾽ αὕτη ἡ ἄφεσις τῶν ἁμαρτιῶν διδασκαλία κατορθωμάτων ἐστίν· καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸν νοῦν ἐχόντων οὐχ οὕτω μάστιγες καὶ πληγαὶ παιδεύουσιν πολλοὺς ὡς ἁμαρτημάτων συγχώρησις. Ὅταν γοῦν ἴδῃ τὴν φιλανθρωπίαν τοῦ συγχωρήσαντος, ὁ ἡμαρτηκὼς ἑαυτὸν ἀκριβέστερον ποιεῖ πρὸς τὰ μέλλοντα κατορθώματα. Καὶ οὕτως αὐτὸν παιδεύει ἡ χάρις, μαστίγων μᾶλλον κατανύττουσα· ἐρυθριᾷ γὰρ καὶ αἰσχύνεται πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, δυσωπεῖται τὸ μέγεθος τῆς δωρεᾶς τοῦ εὐεργετήσαντος καὶ γίνεται παίδευσις ἡ χάρις.

Βούλει μαθεῖν καὶ ἑτέρωθεν πῶς καὶ χάρις ἐστὶν καὶ παίδευσις, πῶς καὶ ἐχαρίσατο καὶ ἐπαίδευσεν ὁ Χριστός; Εἶδεν τὸν παραλελυμένον, συνέπηξεν αὐτοῦ τὰ νεῦρα, διωρθώσατο τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν, ἐπανήγαγεν πρὸς τὴν προτέραν ὑγείαν τὸ σῶμα, εἶτα ὕστερον ἰδὼν αὐτὸν ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας—τοῦτο χάρις—μηκέτι ἁμαρτάνει, τοῦτο παιδείας καὶ διδασκαλίας. Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν χάριν ἐδήλωσεν, τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.