Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το υπόδειγμα της ταπεινοφροσύνης, το κάλλος της ψυχής και δοξολογία

Προτροπή σε διαρκή μνήμη της δωρεάς του Θεού, μίμηση της ταπείνωσης του Χριστού και εξέταση του βίου μέσω του πνευματικού κατόπτρου, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὑπὲρ δὲ τούτων ἀπάτων εὐχαριστήσωμεν τῷ Θεῷ καὶ διὰ παντὸς ἔχωμεν διὰ μνήμης τὴν χάριν ταύτην· κἂν τετυφωμένος ᾖς, κἂν εὐθυμῇς, παιδεύσει σε ἡ χάρις μετριάζειν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι ὁ τῶν ἀγγέλων δεσπότης, Θεὸς ὁ σύνθρονος τοῦ πατρός, δούλου μορφὴν ἔλαβεν, οὐ δυνήσῃ ποτὲ ὀργῆς ἢ ἀπονοίας πάθος κατασχεῖν ἐν τῇ ψυχῇ.

Οὕτω γοῦν καὶ Παῦλος παιδεύει ἐν ταπεινοφροσύνῃ ἡμᾶς, δεικνὺς ὅτι τοῦτο αὐτὸ χάρις ἐστὶν καὶ διδασκαλία· διὸ καὶ τῆς χάριτος ἀναμιμνῄσκει πρότερον. Καὶ ποῦ τοῦτο ποιεῖ; Φιλιππησίοις γράφων καὶ βουλόμενος αὐτοὺς πεῖσαι παραχωρεῖν ἀλλήλοις τῶν πρωτείων, οὕτως συνεβούλευσεν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπηρέτας ἑαυτῶν. Εἶτα τὴν διδασκαλίαν ἀπὸ τῆς χάριτος ἐπήγαγεν εἰπών· Τοῦτο γὰρ—φησίν—φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ σχήματι εὑρηθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.

Εἶδες πῶς τὴν χάριν εἰς μέσον ἀγαγὼν διδασκαλίαν τὸ πρᾶγμα ἐκάλεσεν; Οὕτω, καὶ ὅταν εἰς ἀγάπην προτρέπηται, ποιεῖ, τῆς χάριτος ἀναμιμνῄσκων καὶ λέγων· Καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, οὕτως καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Παιδευθῶμεν τοίνυν ἀπὸ τῆς χάριτος καὶ εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ διὰ τὴν γενομένην εἰς ἡμᾶς δωρεὰν καὶ διὰ τὴν ἐκ τῆς χάριτος διδασκαλίαν, ὅτι καὶ τῶν προτέρων ἁμαρτημάτων ἀπηλλάγημεν καὶ πρὸς τὰ μέλλοντα κατορθώματα μεγίστην ἔχομεν ἀσφάλειαν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.

Καὶ καθάπερ ἐν κατόπτρῳ, τῇ διδασκαλίᾳ τοῦ λόγου, τὸν βίον τὸν ἡμέτερον κατανόωμεν μετὰ ἀκριβείας καὶ ῥυθμίζωμεν τὰ ἠμελημένα τῶν πράξεων. Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες, περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον· καθάπερ κάτοπτρον τὴν διδασκαλίαν τοῦ λόγου λαβών, ἀπ᾽ αὐτῆς σου τὸν βίον θεώρει πάντα, κἂν ἴδῃς ἁμάρτημά τι γεγενημένον, εὐθέως διόρθωσαι. 〈Οὕτω καὶ αἱ γυναῖκες ποιοῦσιν· ἀπὸ γὰρ τῆς εὐνῆς εὐθέως διανιστάμεναι, τήν τε ὄψιν ἀποσμήχουσιν καὶ τὴν τῶν τριχῶν κόμην διατιθέασιν, καὶ πρὸς τὸ κάτοπτρον βλέπουσαι, τοῦ κάλλους τῆς ὄψεως οὕτω τὴν δοκιμασίαν ποιοῦνται, ὥστε μηδὲν ἠμελημένον παραδραμεῖν〉. Καὶ σὺ τοίνυν λαβὼν τὸ κάτοπτρον τῆς διδασκαλίας, μόρφωσον καὶ τύπωσον τὸ κάλλος τῆς ψυχῆς· 〈ἔχεις γὰρ ἄνδρα καὶ σὺ ᾧ μέλλεις ἀρέσκειν· ὥσπερ ἐκεῖναι οὐδὲν πρὸ τοῦ ἔργου τούτου ποιοῦνται, οὕτω καὶ σὺ μηδὲν ταύτης προτίμα τῆς σπουδῆς, ἀλλὰ κἂν ἅπασαν τὴν οἰκίαν ἠμελημένην ἴδοις, πρότερον ἄρεσον τῷ ἀνδρί, καὶ τότε τὰ ἄλλα διάθες καλῶς. Ὅτι γὰρ ἔχεις ἄνδρα καὶ σύ, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον παραστῆσαι τῷ Χριστῷ.

Ὅσῳ δὲ μείζων τοῦ ἀνδρὸς τούτου ἡ ἀξία, τοσούτῳ μείζονα παρ᾽ ἡμῶν γενέσθαι χρὴ τὴν σπουδήν· ὁ γὰρ εἰς κάλλος βλέπει ψυχῆς καὶ ταύτην βούλεται καλλωπίζεσθαι τὴν ὄψιν. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.〉 Ταύτην τοίνυν τὴν δόξαν καλλωπίζωμεν, ἵνα μετὰ ταύτης ἅπαντες τῷ βασιλεῖ τῆς δόξης 〈παραστήσαντες〉 τῆς αἰωνίου καὶ ἀθανάτου τύχωμεν τιμῆς· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.