Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐπίστευσα, διὸ ἐλάλησα»

Ἰωάννης ὁ Χρυσόστομος

Η ανταπόδοση προς τον Θεό, το ποτήριον του σωτηρίου και η τελική δοξολογία

Αναφορά στις ευεργεσίες του Θεού και ερμηνεία της αποδοχής του ποτηρίου του σωτηρίου πάθους και του μαρτυρίου ως της μόνης άξιας ανταπόδοσης, καταλήγοντας σε τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἶτα μετὰ τοῦτο· 〈Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης,〉 ἐπάγει· 〈Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Θεωρήσας ὁ προφήτης τὴν ἐξ ἀρχῆς τοῦ κυρίου δωρεὰν δεδομένην καὶ ἀπορῶν πρὸς τὴν ἀνταπόδοσιν τῶν παρὰ θεοῦ δεδωρημένων αὐτῷ ἀγαθῶν λέγει· 〈Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Οὐρανὸν δι᾽ ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι᾽ ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περιυφήνας, σελήνην δι᾽ ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοιπόρων ἡνίοχον, γῆν δι᾽ ἐμὲ ἥπλωσε παντοίοις δένδρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βοτάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πηγὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν ἡτοίμασεν.

Πρὸς οὖν πάσας ταύτας τὰς εὐεργεσίας ἀπορῶν ὁ προφήτης βοᾷ λέγων· 〈Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Ἀλλ᾽ ἔτι βαθύτερον καὶ πνευματικώτερον ἐννοήσας ὁ προφήτης Δαυὶδ καὶ θεωρήσας τὰς ἐν Χριστῷ μελλούσας εὐεργεσίας τῷ ἀνθρώπῳ δίδοσθαι ὡς ἤδη παρούσας αὐτὰς κηρύττων λέγει· 〈Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ἔπλασέ τε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, εἰκόνι με ἰδίᾳ τετίμηκε, δόξαν μοι ἀγγελικὴν περιέθηκε καὶ διὰ τῆς παραβάσεως τῷ θανάτῳ παραλυθέντα με ἐλθὼν πάλιν ἀνεκαλέσατο· 〈τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι·〉 Τὸν κατ᾽ ἐμοῦ δράκοντα ὄφιν ἐθανάτωσε, πύλας χαλκᾶς τοῦ θανάτου ἐν τῷ ᾅδῃ αὐτὸς γενόμενος συνέκλασε καὶ μοχλοὺς σιδηροῦς συνέτριψε· 〈τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Ἐκ τρυφῆς παραδείσου ἐκβληθέντα με εἰςήνεγκε πάλιν οὐ τῇ ἐμῇ δικαιοσύνῃ, ἀλλὰ τῇ αὐτοῦ χάριτι, οὐρανοῦ μοι πύλας ἤνοιξε, βασιλείαν οὐρανῶν ἐπηγγείλατο, κλίμακά μοι ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτειλε· 〈τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Ἀλλ᾽ ἔτι πλείονα τούτων μοι ἐχαρίσατο· δι᾽ ἐμὲ γὰρ ὑπέμεινεν ἐμπτύσματα καὶ ῥαπίσματα, δι᾽ ἐμὲ ἀκάνθινον στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐφόρεσεν, ὄξος σὺν χολῇ μεμιγμένον ἔπιε, δι᾽ ἐμὲ πολλὰ πέπονθεν, ἵνα καὶ τὴν ἡτοιμασμένην τοῦ θανάτου πικρίαν καὶ κακίαν ἐκκενώσῃ· 〈τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;〉 Πολλὰ ζητήσας ὁ προφήτης καὶ ἐμπεριελθὼν τῇ διανοίᾳ καὶ μηδὲν ἄξιον θεοῦ εὑράμενος ἀνταπόδομα τέλειον, ἓν ἰδὼν τῷ πράγματι τοῦ μαρτυρίου ἐπιφέρει λέγων· 〈Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.〉 Τοῦτο δὲ τὸ ποτήριον μηνύει τὸ πάθος τοῦ Χριστοῦ. 〈Πάτερ,〉 γάρ, 〈εἰ δυνατὸν παρελθεῖν τὸ ποτήριον τοῦτο, παρελθέτω.〉 Ἔχομεν πολλὰ ποτήρια ἐν τῇ γραφῇ γεγραμμένα· 〈ποτήριον,〉 φησί, 〈χρυσοῦν Βαβυλῶνος· ἐπίοσαν ἔθνη καὶ ἐμεθύσθησαν.〉 Ἔχει καὶ ἡ Βαβυλὼν ποτήριον χρυσοῦν, ἀλλ᾽ οὐκ ἔχει καλὸν ποτὸν ἐν αὐτῷ· χρυσοῦν γὰρ ποτήριον τῆς Βαβυλῶνος ἦν, νόει μοι τὸν περικαλλέστατον λόγον τῶν οἰήσει σοφῶν Ἑλλήνων ἔχοντα ἔνδοθεν κρᾶμα θανάσιμον τὸ τῆς εἰδωλολατρείας δίδαγμα.

Ἀλλ᾽ οὐ τοιοῦτον ποτήριον ὁ εὐχόμενος ἐν τῷ ψαλμῷ ἐπιζητεῖ, ἀλλὰ τὸ ποτήριον τὸ ὑπομονῆς καὶ ἀθλήσεως γέμον, ἐν ὀνόματι κυρίου ἐσφραγισμένον, οὗ ὁ πιὼν τῆς τοῦ ἁγίου πνεύματος εὐφροσύνης μεστωθεὶς εἰς τὸν ἅγιον τῶν μαρτύρων χορὸν κατασταθήσεται· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς, αἰῶνας τῶν αἰώνων. Ἀμήν.