Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξελθόντες οἱ Φαρισαῖοι

Ἰωάννης ὁ Χρυσόστομος

Η αναχώρηση του Κυρίου, ηθικές προτροπές και κατακλείδα

Ερμηνεύεται θεολογικά η αναχώρηση του Ιησού εν όψει του επερχόμενου πάθους, ακολουθούμενη από πρακτικές ηθικές νουθεσίες και την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἁρμόζει καὶ ἡμῖν αὕτη ἡ διδασκαλία, ἵνα ὅταν οἱ αἱρετικοὶ ἡμῖν συμβουλεύσωσι μεθίστασθαι ἀπὸ τῆς δόξης, λέγωμεν πρὸς αὐτούς· Ὃ γεγράφαμεν, γεγράφαμεν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Γνοὺς, οὐκ ἀπὸ ἄλλου μαθὼν, ἀλλ᾽ ἀφ᾽ ἑαυτοῦ ἐγνωκώς· καρδιογνώστης γὰρ ἦν, καὶ ἔστι, καθὼς καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Οὐ γὰρ χρείαν εἶχε, φησὶν, ἵνα τις εἴπῃ αὐτῷ περὶ τοῦ ἀνθρώπου. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν, οὐ τὸν θάνατον φοβούμενος, ἀλλὰ τὸν καιρὸν τοῦ σταυροῦ ἐκδεχόμενος. Ἔδει γὰρ αὐτὸν πρῶτον νεκροὺς ἀνεγεῖραι, ἀσθενοῦντας ἰάσασθαι, πεινῶντας πολλοὺς ἐμπλῆσαι, πολλοὺς εἰς τὴν πίστιν στηρίξαι, καὶ τότε ἐλθεῖν ἐπὶ τὸν ἀοίδιμον θάνατον, μᾶλλον δὲ θάλαμον. Ἔδει πρῶτον αὐτὸν στῆσαι τὸ ξύλον τὸ τοῦ μυστηρίου τοῦ σταυροῦ, καὶ τότε θερμῷ τῷ πνεύματι ἐπὶ τοὺς ἐν τῷ ᾅδῃ κατακειμένους καταδραμεῖν. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Ὅπου δόλος οὐ φαίνεται, φεύγει· ὅπου φόνος τεκταίνεται, ἀναχωρεῖ· ὅπου ἀγάπη πλέκεται, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα αὐλίζεται. Πλέξωμεν τοίνυν, ἀγαπητοὶ, τὴν τριπλεκῆ ἀγάπην, μὴ γλώσσαις ἀπατηλαῖς, ἀλλὰ παλάμαις ἐργαστικαῖς· ἵνα ᾖ μεθ᾽ ἡμῶν ὁ Ἐμμανουὴλ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.