Τρίτον, φησὶ, θηρίον εἶδον ὡσεὶ πάρδαλιν, ὀξύτατον τὸ θηρίον. Ἐπειδὴ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὀξύτατα ἐπῆλθε τὴν Ἀνατολὴν, παρδάλει παρεβλήθη. Ἐκεῖ χαλκὸς διὰ τὸ εὔηχον τῆς Ἑλλάδος γλώσσης, ἐνταῦθα πάρδαλις διὰ τὸ ὀξύτατον τῆς ἐφόδου. Τὸ δὲ τέταρτον θηρίον μὲν ὀνομάζει, οὐ λέγει δὲ ὄνομα, ἀλλά φησι φοβερόν· φοβερώτατον περισσῶς· οἱ ὀδόντες αὐτοῦ μεγάλοι· περισσῶς ἐσθίον, καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ κατεπάτει· καὶ αὐτὸ δὲ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ ἦν φοβερὸν τὸ θηρίον· καὶ οὐκ εἶπεν αὐτοῦ τὸ ὄνομα. Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς προφητείας χωρίον, ἐπὶ Ῥωμαίων αὐτὸ προφέρων, ἵνα μὴ ὑβρισθῇ ἡ βασιλεία, ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει. Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συνέτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος ἐτέθη, παλαιὸς ἡμερῶν ἐκάθισε, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, τῷ παλαιῷ τῶν ἡμερῶν. Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε.