Ἦλθε μιμήσασθαι τὴν φύσιν ἡμῶν, ἵνα ἁγιάσῃ τὸ φύραμα διὰ τῆς ἀπαρχῆς. Εἰ μέντοι τέλειος ἐπεδήμησε καθ᾽ ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν· Οὐκ ἔτεκεν αὐτὸν παρθένος, οὐκ ἔλαβεν ἐκ τοῦ ἡμετέρου γένους τὸ φύραμα. Ἐτέχθη τοίνυν ἐκ παρθένου, ἐκ τοῦ κοινοῦ φυράματος λαβὼν, ἵνα ἁγιάσῃ τὸν Ἀδὰμ τὸ ἑαυτοῦ πλάσμα· καὶ διὰ τοῦτο κατ᾽ ὀλίγον αὐξάνεται, καὶ ἀνθρώποις συναναστρέφεται μὲν ὡς ἄνθρωπος, ἀλλὰ Κύριος ὢν τῆς φύσεως, ἀναμαρτήτως ἐπολιτεύσατο. Ὅταν τοίνυν ἀκούσῃς αὐτὸν παιδίον, ἀναλάμβανε ἐκείνην τὴν προφητείαν Ἡσαΐου, ἣν ἔλεγεν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅταν ἀκούσῃς παιδίον, μὴ καταφρόνει τοῦ ὀνόματος, ἀλλὰ θαύμασον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ θαύμασον τῆς οἰκονομίας τὴν σωτηρίαν, ἵνα γένῃ ἄξιος ἀκούειν τῶν εὐαγγελικῶν λόγων, διὰ πίστεως παρακολουθῶν, διὰ καρτερίας γυμναζόμενος, δι᾽ εὐλαβείας ἀγωνιζόμενος, δι᾽ ἀγάπης τελειούμενος, διὰ πάντων ὁλόκληρος γινόμενος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.