Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξῆλθεν ὁ σπείρων

Ἰωάννης ὁ Χρυσόστομος

Ανατροπή αιρετικών ερμηνειών περί της Αγίας Τριάδας και επίλογος

Ανασκευή της αιρετικής κλιμάκωσης των προσώπων της Αγίας Τριάδας με βάση τους καρπούς του σπόρου, επιβεβαίωση της ορθόδοξης πίστης και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Οὕτως ἐξ ἑνὸς σπέρματος τρισσῶς ἀναφέρει καρπόν· Θεὸν δοξάζει, Ἐκκλησίαν ὑψοῖ, ἑαυτὸν διασώζει. Οὗτος Τριάδος ἀγαθῆς κομιεῖται μισθούς· πνεύματι συνιὼν, ψυχῇ προορῶν, σώματι ὑπομένων. Οὗτος τρισσῶς εὐλογεῖται· ἐπὶ γῆς δοξάζεται, ἐκ νεκρῶν ἀνίσταται, ἐν οὐρανοῖς ἀναπαύεται. Ὁ τοιοῦτος ἐν τρισὶ τάξεσιν ὑπερεχούσαις σεμνύνεται· τριάκοντα, ὡς ἐν οὐρανοῖς· ἑξήκοντα, ὡς ἐν ἀγγέλοις· ἑκατὸν, ὡς παρὰ Θεῷ. Ὁ τοιοῦτος πραΰς ἐστιν, ἡσύχιος, ταπεινόφρων, ἐλεήμων, συμπαθὴς, δίκαιος, κόσμου ξένος, βίου ἀλλότριος, εἰκόνι μόνῃ φαινόμενος ἐπὶ τῆς γῆς, καρδίᾳ δὲ καὶ πράξεσιν ἐν οὐρανοῖς αὐλιζόμενος. Ἄλλοι δέ τινες τῶν αἱρετιζόντων, κατὰ τὴν ἑαυτῶν ἀγνώμονα γνώμην, κλίμακα βλασφημίας τοῖς λόγοις λεπτουργοῦσι· τί λέγοντες; Ἡ εἰς τὸ Πνεῦμα πίστις ποιεῖ τὰ τριάκοντα· ἡ εἰς τὸν Υἱὸν ποιεῖ τὰ ἑξήκοντα· ἡ εἰς τὸν Πατέρα ποιεῖ τὰ ἑκατόν· ἀγνοοῦντες ὅτι ὡς βούλονται σμικρῦναι, τὸ Πνεῦμα τὸ ἅγιον μεγαλύνουσι. Προτάττουσι γὰρ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, λέγοντες· Ὁ εἰς τὸ Πνεῦμα πιστεύων, ποιεῖ τὰ τριάκοντα· καὶ πρῶτον προτάττουσι τοῦ Πατρὸς τὸ Πνεῦμα, εἶτα τὸν Υἱὸν, εἶτα τὸν Πατέρα. Ἡμεῖς δὲ τὰ ἐναντία αὐτοῖς φρονοῦντες, τὸ ἐναντίον λέγομεν.

Ὁ γὰρ πιστεύων, οὐκ εἰς τὸ Πνεῦμα πρῶτον πιστεύει, ἀλλ᾽ εἰς τὸν Πατέρα· ὁ πιστεύων εἰς τὸν Πατέρα, ποιεῖ τὰ τριάκοντα· ὁ προσλαμβάνων εἰς τὸν Υἱὸν, διπλασιάζει τὸν ἀριθμὸν, καὶ ποιεῖ τὰ ἑξήκοντα· ὁ καὶ ἐνδυσάμενος τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἑκατοντάδα ἐπλήρωσεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.